§11.1παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας,Ἑστία, §11.2Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας, §11.3εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον, §11.4. εὖ δʼ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας, §11.5οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον, §11.6πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν, §11.7πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά· §11.8καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις §11.9ἐν τραπέζαις.
瑞亚之女,获得市参事会神职的赫斯提亚啊,至高之宙斯与同享王座之赫拉的姐妹,请仁慈地接纳阿里斯塔戈拉斯进入你的神殿,亦请仁慈地接纳在辉煌权杖旁他的同僚们,他们尊崇着你,守护着特涅多斯的安全,常常献上酌酒,视你为诸神之首而予以崇敬,亦常常献上牲肉的焦香;他们那里琴声与歌声回荡,待客之神宙斯的公义亦在不熄的宴席上得以履行。
ἀλλὰ σὺν δόξᾳ τέλος §11.10δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,
然而,愿他伴随着荣耀,将这十二个月的任期以无伤之心安然渡过。
我颂扬这位男子,亦颂扬其父哈盖西拉斯,还有他那令人惊叹的身躯,以及生来与之相随的刚毅。
§11.13εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους, §11.14ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, §11.15θνατὰ μεμνάσθω περιστέλλων μέλη, §11.16καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·
若有人虽怀有财富,在容貌上胜过他人,且在竞技中出类拔萃、显露其力量,当谨记自己所包裹的是凡俗的肢体,且在万物的终点,将以尘土为衣。
§11.17ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών, §11.18καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
然而在城邦公民的赞誉中,他理应受到称颂,亦当以宛转悠扬的歌声加以妆点并传唱。
§11.19ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν §11.20ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον §11.21ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
在邻近的居民中,十六次辉煌的胜利为阿里斯塔戈拉斯和他名声赫赫的家乡戴上了桂冠,在角力与那令人大肆自豪的潘克拉辛竞技中。
然而,父母那过于退缩的期望,阻碍了儿子的力量,使他未能去比托与奥林匹亚尝试角逐。
§11.24ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ §11.25καὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου §11.26κάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων, §11.27πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιον §11.28κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις §11.29ἔρνεσιν.
确然,凭借我的誓言与见解,若是他曾前往卡斯塔利亚,或是跨越那林木葱郁的克罗诺斯山冈,他定会比那些与之竞争的对手们更光荣地凯旋,并在那由赫拉克勒斯确立的四年一度的圣典中狂欢,并用那深红的枝叶束起发丝。
ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι §11.30ἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγαν §11.31ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν §11.32χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
然而在凡人中,有人因虚妄的自满而跌落福泽,另有人则因过分轻视自身的力量,从而在原本唾手可得的美德中失足,是那怯懦的内心将其向后拉扯。
§11.33συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι §11.34αἷμʼ ἀπὸ Σπάρτας· Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ, §11.35Αἰολέων στρατιὰν χαλκεντέα δεῦρʼ ἀνάγων· §11.36καὶ παρʼ Ἰσμηνοῦ ῥοὰν κεκραμένον §11.37ἐκ Μελανίπποιο μάτρωος.
事实上,要追溯那古时来自斯巴达的裴桑德罗斯之血非难事;因他曾与俄瑞斯忒斯一同自阿密克莱启程,将那披着青铜铠甲的埃俄利亚人大军引渡至此;亦混有那自伊斯墨诺斯河畔流淌而出的、源自外祖先美拉尼波斯的血脉。
ἀρχαῖαι δʼ ἀρεταὶ §11.38ἀμφέροντʼ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·
然而,古老的美德会在人类世代的交替更迭中重新焕发力量。
§11.39ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι, §11.40δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις §11.41ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον, §11.42ἀλλʼ ἐν ἀμείβοντι.
因为黑土田畴并不会无休止地赐予作物,树木亦不愿在岁岁年年的流转中,始终如一地盛开出同样丰饶而芳香的花朵,而是交替而行。
καὶ θνατὸν οὕτως ἔθνος ἄγει §11.43μοῖρα.
命运亦是如此主宰着凡尘的族群。