Humanitext Reader

品达 · 皮托颂 §9.1-9.64

阿波罗劫持库勒涅与向奇龙请教

第 14 段,共 18 段 · 希腊语

内容简介

本文叙述了阿波罗将狩猎少女库勒涅劫持至利比亚的神话,并描绘了阿波罗在目睹她与猛狮无畏搏斗后向半人马奇龙寻求建议的场景。

§9.1ἐθέλω χαλκάσπιδα Πυθιονίκαν §9.2σὺν βαθυζώνοισιν ἀγγέλλων §9.3Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν, §9.4ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας·
我渴望伴随着深带的美惠三女神,宣告那手持青铜盾牌的皮托胜利者特勒西克拉特斯,并高声歌唱,祝福这位男子,他是驱驰骏马的库勒涅的冠冕。
§9.5τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας §9.6ἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου §9.7καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς §9.8ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
昔日,那长发披肩、来自风声呼啸的培利翁山谷的勒托之子(阿波罗),用黄金战车劫持了这位行猎的少女,带她来到那羊群繁茂、果实最为丰饶的大地,使她作为这片世界第三大陆的、可爱而繁茂的根基之女主人居住。
§9.9ὑπέδεκτο δʼ ἀργυρόπεζʼ Ἀφροδίτα §9.10Δάλιον ξεῖνον θεοδμάτων §9.11ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
银足的阿芙洛狄忒,迎接着这位从神造战车走下的狄洛斯外邦人,以轻盈的手触摸着。
§9.12καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ, §9.13ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θʼ Ὑψέος εὐρυβία·
她在他们甘美的床榻上撒下可爱的羞怯,为神明与广有威力的许普塞乌斯之女,缔结并主持了共同的婚礼。
§9.14ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως §9.15δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς §9.16Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισʼ ἔτικτεν, §9.17Γαίας θυγάτηρ.
那时,许普塞乌斯是傲慢的拉庇泰人的国王,他是出自俄刻阿诺斯的第二代英雄;昔日,在宾多斯显赫的山谷中,欢欣的佩涅俄斯之水中的奈阿斯克雷欧萨为他生下了他,她是大地(盖亚)的女儿。
ὁ δὲ τὰν εὐώλενον §9.18θρέψατο παῖδα Κυράναν·
他养育了拥有美丽双臂的女儿库勒涅。
ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς, §9.19οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας, §9.20ἀλλʼ ἀκόντεσσίν τε χαλκέοις §9.21φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους §9.22θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον §9.23βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν §9.24παῦρον ἐπὶ γλεφάροις §9.25ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
她不喜爱织机那来回穿梭的道路,也不喜爱与在家的女伴共同进餐的娱乐,而是用青铜的标枪和剑进行战斗,捕杀野生的猛兽,她为父亲的牛群带来了漫长而安宁的和平,而那甘美的、同床的睡眠,她只在黎明来临之际,在眼睑上消耗极少的一点。
§9.26κίχε νιν λέοντί ποτʼ εὐρυφαρέτρας §9.27ὀμβρίμῳ μούναν παλαίοισαν §9.28ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
昔日,那佩戴宽大箭筒、远射的阿波罗,遇见了她正与猛狮搏斗,独自一人,不带长枪。
§9.29αὐτίκα δʼ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ. §9.30σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν §9.31θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις §9.32ἦτορ ἔχοισα· φόβῳ δʼ οὐ κεχείμανται φρένες.
他立刻从大厅中用声音呼唤奇龙: “走出这庄严的洞穴,菲吕拉之子啊,对这女子的心志与巨大力量感到惊异吧,看她以何等无畏的头脑发起争斗,这位年轻女子拥有一颗超越劳苦的心;她的心智未曾被恐惧的风暴所动摇。
§9.33τίς νιν ἀνθρώπων τέκεν;
人类中谁生下了她?
ποίας δʼ ἀποσπασθεῖσα φύτλας §9.34ὀρέων κευθμῶνας ἔχει σκιοέντων, §9.35γεύεται δʼ ἀλκᾶς ἀπειράντου;
她是从哪一个种族中被带离,从而占有着阴暗山脉的深处,并尝着无尽的力量?
§9.36ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν, §9.37ἦ ῥα;
向她伸出荣耀之手,是否合乎神圣的法度?
καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;
真的可以,从她的床榻上采撷蜜甜的爱之花草吗?
§9.38τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν §9.39εὐθὺς ἀμείβετο· κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων, §9.40Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς §9.41αἰδέοντʼ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.
” 那强有力的半人马,以温和的眉毛舒展微笑,对他的问题随即作答: “贤明劝说的钥匙,是通往神圣爱之结合的隐秘钥匙,福玻斯啊,无论在神明还是在人类中,大家同样感到羞怯,不愿在一开始就公开获得甜美的床榻。
§9.42καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, §9.43ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον.
甚至对于你,这位不容虚假触碰的神,甘美的心情也驱使你用这番话来掩饰。
κούρας δʼ ὁπόθεν γενεὰν §9.44ἐξερωτᾷς, ὦ ἄνα;
这女子的出身你为何要询问,王啊?
κύριον ὃς πάντων τέλος §9.45οἶσθα καὶ πάσας κελεύθους· §9.46ὅσσα τε χθὼν ἠρινὰ φύλλʼ ἀναπέμπει, χὠπόσαι §9.47ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι §9.48κύμασιν ῥιπαῖς τʼ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν §9.49ἔσσεται, εὖ καθορᾷς.
你对万物的终结以及所有的道路都了若指掌:大地在春天送出多少绿叶,以及有多少海洋和河流中的沙粒,被波涛和狂风的扫荡所激荡,未来将发生什么,以及从何处发生,你都洞若观火。
§9.50εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, §9.51ἐρέω.
但如果我也必须与贤者你进行比试,我会说。
ταύτᾳ πόσις ἵκεο βᾶσσαν §9.52τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου §9.53Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·
你作为丈夫来到了这个山谷,并且你将要把她带过海洋,送往宙斯卓越的庭院。
§9.54ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις §9.55νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύα §9.56δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν §9.57αὐτίκα συντελέθειν ἔννομον δωρήσεται, §9.58οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.
在那里你将使她成为城邦的建立者,将岛上的子民召集到平坦的丘陵上;现在,那拥有广阔草原的尊贵利比亚将在黄金的府邸中,欣然迎接你那荣耀的新娘;在那里她将分赠给新娘大地的份额,随即合法地使之成为其所有,既不缺乏百果的植物,也不缺乏各种野兽。
§9.59τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς §9.60εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ §9.61ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
在那里她将生下一个孩子,显赫的赫尔墨斯将从她亲爱的母亲身边夺走,带给拥有美丽宝座的时序女神与盖亚。
§9.62ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς, §9.63νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον §9.64Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
她们注视着抱在膝上的婴儿,将在唇间滴下仙露和神粮,并使他成为不朽的宙斯和清净的阿波罗,成为挚爱人类的最近的喜悦,羊群的守护者。 ”

词汇与语法注释

  1. 9.3γεγωνεῖν — 动词 ἐθέλω(我渴望)的补足不定词。其逻辑主语为第一人称单数“我(诗人)”,并由现在分词 ἀγγέλλων 所修饰。
  2. 9.8οἰκεῖν — 表示目的或结果的不定词,修饰前面的结构 θῆκε δέσποιναν(使她成为女主人),意为“使她作为女主人居住(以统治该地)”。
  3. 9.36ὁσία — 用作谓语形容词,省略了系动词 ἐστί。此处构成一个探讨可行性的疑问句,以不定词 προσενεγκεῖν(伸出双手)作为主语。
  4. 9.42ψεύδει θιγεῖν — 动词 θιγγάνω(触碰)通常支配属格,但在此处,与不定词 θιγεῖν 连用的是表示手段或工具的与格 ψεύδει(用虚假)。

引用这一段

品达, 皮托颂 §9.1-9.64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:9.1-9.64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。