Humanitext Reader

品达 · 皮托颂 §8.1-8.100

阿里斯托墨涅斯的胜利与对宁静女神的颂歌

第 13 段,共 18 段 · 希腊语

内容简介

诗人歌颂在皮托角力比赛中获胜的埃癸娜青年阿里斯托墨涅斯,赞美静谧女神,并感叹神意下人类命运的无常与转瞬即逝的光辉。

§8.1φιλόφρον Ἡσυχία, Δίκας §8.2ὦ μεγιστόπολι θύγατερ, §8.3βουλᾶν τε καὶ πολέμων §8.4ἔχοισα κλαῗδας ὑπερτάτας, §8.5Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
友善的静谧(赫叙基亚)啊,正义(迪克)的使城邦最伟大的女儿,掌握着议会与战争的至高钥匙,请接纳阿里斯托墨涅斯在皮托获胜的荣耀。
§8.6τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς §8.7ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ·
因为你懂得在确切的时机里,同样地行使温柔与接受温柔。
§8.8τὺ δʼ, ὁπόταν τις ἀμείλιχον §8.9καρδίᾳ κότον ἐνελάσῃ, §8.10τραχεῖα δυσμενέων §8.11ὑπαντιάξαισα κράτει τιθεῖς §8.12Ὕβριν ἐν ἄντλῳ.
然而你,每当有人将无情的愤怒刺入心中时,便会粗暴地去迎击敌人,凭着你的威力将 “傲慢(许布里斯)”沉入舱底。
τὰν οὐδὲ Πορφυρίων μάθεν §8.13παρʼ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον, §8.14ἑκόντος εἴ τις ἐκ δόμων φέροι.
连波尔费里翁也未曾懂得此理,在命运之外挑衅你;但最可贵的利益,乃是人在给予者自愿之下从家中所能带走的东西。
§8.15βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
暴力随着时间终会使大言不惭者倾覆。
§8.16Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν, §8.17οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ §8.18τόξοισί τʼ Ἀπόλλωνος·
百头的基利基亚之泰丰未能逃脱它,巨人族的国王也同样未能逃脱;他们最终被雷霆与阿波罗的弓箭所降伏。
ὃς εὐμενεῖ νόῳ §8.19Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον §8.20υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.
阿波罗以仁慈的心意,接纳了那从基拉戴冠而归的克塞纳耳克斯之子,伴随着帕耳那索斯的青草与多利亚的狂欢歌舞。
§8.21ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰς §8.22ἁ δικαιόπολις ἀρεταῖς §8.23κλειναῖσιν Αἰακιδᾶν §8.24θιγοῖσα νᾶσος· τελέαν δʼ ἔχει §8.25δόξαν ἀπʼ ἀρχᾶς.
这座实践正义的岛屿,因触碰了埃阿科斯子孙们显赫的德行,而绝未远离美惠女神;她自始至终保有着完美的荣耀。
πολλοῖσι μὲν γὰρ ἀείδεται §8.26νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς §8.27ὑπερτάτους ἥρωας ἐν μάχαις· §8.28τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
因为她在许多带来胜利的竞技中被歌颂,因她培育了在迅疾战斗中最伟大的英雄;而这些在当今的人们之中也同样杰出。
§8.29εἰμὶ δʼ ἄσχολος ἀναθέμεν §8.30πᾶσαν μακραγορίαν §8.31λύρᾳ τε καὶ φθέγματι μαλθακῷ, §8.32μὴ κόρος ἐλθὼν κνίσῃ.
但我没有闲暇将所有冗长的故事交付给竖琴和甘美的歌声,以免厌倦来袭带来烦恼。
τὸ δʼ ἐν ποσί μοι τράχον §8.33ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν, §8.34ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.
让我脚边的、属于你的任务,孩子啊,这最新颖的美好,在我的艺术之翼上飞翔。
§8.35παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς §8.36Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις, §8.37οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον· §8.38αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις, §8.39τὸν ὅνπερ ποτʼ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν §8.40υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ, §8.41ὁπότʼ ἀπʼ Ἄργεος ἤλυθον §8.42δευτέραν ὁδὸν Ἐπίγονοι.
因为在摔跤中,你追随母系舅父们的足迹,在奥林匹亚没有辱没狄奥格涅托斯,在地峡也没有辱没克雷托马科斯那强健肢体的胜利;你荣耀了米杜罗斯家族,承载着那声名,那曾是俄伊克勒斯之子在七门之底比斯,看见儿子们持枪屹立时,用谜语般的话语所宣告的,当时从阿耳戈斯兴兵进行第二次征伐的后裔们(埃皮戈诺伊)。
§8.43ὧδʼ εἶπε μαρναμένων· §8.44φυᾷ τὸ γενναῖον ἐπιπρέπει §8.45ἐκ πατέρων παισὶ λῆμα.
对于交战中的人们他如此说道: “天生高贵的志向通过父亲显现在儿子们身上。
θαέομαι σαφὲς §8.46δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶνʼ ἐπʼ ἀσπίδος §8.47νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.
我清晰地看见阿尔克迈翁在盾牌上挥舞着斑斓的蛇,作为先锋屹立在卡德摩斯的大门前。
§8.48ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ §8.49νῦν ἀρείονος ἐνέχεται §8.50ὄρνιχος ἀγγελίᾳ §8.51Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν §8.52ἀντία πράξει.
” “而那在先前的灾难中受苦的人,如今正得到更好之飞鸟的吉兆,这就是英雄阿德拉斯托斯;但在他自己的家中,他的命运将截然相反。
μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ §8.53θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν §8.54ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ §8.55Ἄβαντος εὐρυχόρους ἀγυιάς.
因为在达那奥斯的军队中,唯有他一人,在收集了死去的儿子的骨殖后,因神明的命运,将带着完好无损的军队,回到阿巴斯宽阔的街道上。
τοιαῦτα μὲν §8.56ἐφθέγξατʼ Ἀμφιάρηος.
” 如此这般安菲阿拉俄斯宣告道。
χαίρων δὲ καὶ αὐτὸς §8.57Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ, §8.58γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν §8.59ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρʼ ἀοίδιμον, §8.60μαντευμάτων τʼ ἐφάψατο συγγόνοισι τέχναις.
而我自己也满怀喜悦,将花冠投向阿尔克迈翁,并用歌声洒下祝福,因为他是我的邻人,是我财产的守护者,在我走向那声名远扬的大地之脐时,他与我相遇,并以他家传的技艺触碰了神谕。
§8.61τὺ δʼ,Ἑκαταβόλε, πάνδοκον §8.62ναὸν εὐκλέα διανέμων §8.63Πυθῶνος ἐν γυάλοις, §8.64τὸ μὲν μέγιστον τόθι χαρμάτων §8.65ὤπασας· οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν §8.66πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
而你,远射者啊,掌管着那广迎宾客的显赫神殿,在皮托的深谷之中,你在那里赐予了他最大的欢乐;而在此之前,在家里,你伴随着你们的节日为他带来了那令人向往的五项全能的赠礼。
§8.67ἄναξ, ἑκόντι δʼ εὔχομαι νόῳ §8.68κατά τινʼ ἁρμονίαν βλέπειν, §8.69ἀμφʼ ἕκαστον ὅσα νέομαι.
主宰啊,我以甘心乐意的心境祈祷,使我在所行的每一步中,都能以某种和谐去审视事物。
§8.70κώμῳ μὲν ἁδυμελεῖ §8.71Δίκα παρέστακε· θεῶν δʼ ὄπιν §8.72ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
在美妙歌声的狂欢中,正义(迪克)侍立在旁;克塞纳耳克斯啊,我为你们的福祉祈求神明那毫无嫉妒的恩宠。
§8.73εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, §8.74πολλοῖς σοφὸς δοκεῖ πεδʼ ἀφρόνων §8.75βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς· §8.76τὰ δʼ οὐκ ἐπʼ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει, §8.77ἄλλοτʼ ἄλλον ὕπερθε βάλλων, ἄλλον δʼ ὑπὸ χειρῶν §8.78μέτρῳ καταβαίνει.
因为如果有人无需长久的劳苦便获得了美好的事物,在愚人眼中,他便显得像个智者,用正确谋划的策略武装了自己的生活;但这些并不取决于人类;而是神明所提供,时而将一人抛向高处,时而将另一人压在手下直至分寸。
Μεγάροις δʼ ἔχεις γέρας, §8.79μυχῷ τʼ ἐν Μαραθῶνος, Ἥρας τʼ ἀγῶνʼ ἐπιχώριον §8.80νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ· §8.81τέτρασι δʼ ἔμπετες ὑψόθεν §8.82σωμάτεσσι κακὰ φρονέων, §8.83τοῖς οὔτε νόστος ὁμῶς §8.84ἔπαλπνος ἐν Πυθιάδι κρίθη, §8.85οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺς §8.86ὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροι §8.87πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
在墨加拉,你拥有你的荣耀,在马拉松的角落,以及赫拉的本土竞技中,阿里斯托墨涅斯啊,你以三次胜利在实际中克敌制胜;而这一次,你从高处落在了四个人的身体之上,对他们心怀恶意,对他们而言,在皮托竞技中,并未被判决有如你这般令人欣喜的归途,当他们回到母亲身边时,甘美的笑声也未能唤起喜悦;他们躲开敌人,在小巷里爬行,饱受挫折的噬咬。
§8.88ὁ δὲ καλόν τι νέον λαχὼν §8.89ἁβρότατος ἔπι μεγάλας §8.90ἐξ ἐλπίδος πέταται §8.91ὑποπτέροις ἀνορέαις, ἔχων §8.92κρέσσονα πλούτου μέριμναν.
然而那获得了崭新而美好事物的人,怀着巨大的希望,从他的奢华中飞扬起来,凭着羽翼丰满的勇气,保有着超越财富的追求。
ἐν δʼ ὀλίγῳ βροτῶν §8.93τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί, §8.94ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
但人类的欢乐在短时间内增长;同样地,它也会坠落于地,被那转意(敌对)的心智所动摇。
§8.95ἐπάμεροι· τί δέ τις;
蜉蝣般的人啊;人是什么?
τί δʼ οὔ τις;
人又不是什么?
σκιᾶς ὄναρ §8.96ἄνθρωπος.
影子的梦,便是人。
ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ, §8.97λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών·
但是,当神赐的光芒来临时,光辉便照耀在人类身上,带来温和的岁月。
§8.98Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ §8.99πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ §8.100Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ.
埃癸娜,亲爱的母亲,请以自由的航程守护这座城市,伴随着宙斯和统治者埃阿科斯,以及珀琉斯,高贵的特拉蒙,和阿基琉斯。

词汇与语法注释

  1. 8.6τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι — 中性名词化的宾格 τὸ μαλθακόν 同时作为主动不定式 ἔρξαι 和具有被动(中动)意义的不定式 παθεῖν 的直接宾语,表明静谧女神(赫叙基亚)既懂得如何施予温柔,也懂得如何接受温柔。
  2. 8.25πολλοῖσι μὲν γὰρ ἀείδεται νικαφόροις ἐν ἀέθλοις θρέψαισα — 与格 πολλοῖσι 既可理解为与被动动词 ἀείδεται 连用的施事与格('被许多人'),也可理解为工具/地点与格('在许多诗歌中')。主句主语埃癸娜岛(νᾶσος)与阴性单数分词 θρέψαισα 保持一致。
  3. 8.32μὴ κόρος ἐλθὼν κνίσῃ — 由否定连词 μὴ 引导,后接不定过去时虚拟语气 κνίσῃ 的否定目的从句,意为“以免过量(厌倦)来袭而带来烦恼”,表达了对长篇大论的戒备。
  4. 8.58γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν ὑπάντασεν — 由 ὅτι 引导的原因从句。名词 γείτων(‘邻人’)和 φύλαξ(‘守护者’)指代前文的阿尔克迈翁,用以解释诗人为何在旅途中感受到了这位英雄的庇护和相遇的因缘。
  5. 8.95σκιᾶς ὄναρ ἄνθρωπος — 省略了系动词 ἐστί 的极其凝练的名词句。主语 ἄνθρωπος(‘人’)与述语 σκιᾶς ὄναρ(‘影子的梦’)并置。属格 σκιᾶς 可理解为主格性属格(‘影子所作的梦’)或属性/关系属格(‘如影子般虚幻的梦’)。

引用这一段

品达, 皮托颂 §8.1-8.100. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:8.1-8.100

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。