Humanitext Reader

品达 · 皮托颂 §4.77-4.150

单履伊阿宋的归来与王权要求

第 7 段,共 18 段 · 希腊语

内容简介

伊阿宋仅穿一只鞋、手持双枪出现在约尔科斯广场,引起众人瞩目,也令佩里阿斯大为震惊。在两人的对峙中,伊阿宋表明了自己的身世与喀戎的教导,并主张以和平方式收回被篡夺的王位。

§4.77χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
当他来到名城约尔科斯之地时。
§4.78ξεῖνος αἴτʼ ὦν ἀστός.
” 无论他是异乡人还是本邦公民。
ὁ δʼ ἆρα χρόνῳ §4.79ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος·
而彼,随着时光流逝,终于到来,那是一个手持双枪、令人惊异的男子。
ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν, §4.80ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις, §4.81ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους· §4.82οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί, §4.83ἀλλʼ ἅπαν νῶτον καταίθυσσον.
他的身上裹着双重的行装,一则是马格内西亚本地的衣饰,贴合着他那令人赞叹的肢体,外侧则罩着一袭豹皮,以此抵挡那令人颤栗的雨水;他那华美的发辫亦未曾被剪去,而是垂落下来,拂动在整个后背上。
τάχα δʼ εὐθὺς ἰὼν σφετέρας §4.84ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος §4.85ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
接着,他快步前行,在人群聚集的广场中央,伫立在那里,以此来试炼自己那毫不动摇的心志。
§4.86τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε· §4.87οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις §4.88Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ §4.89Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.
人们并不认识他;但在那些心怀敬畏的人群中,有人如此议论: “这绝非阿波罗,亦非阿佛洛狄忒那驾驭青铜战车的夫君(阿瑞斯);人们说在富饶的纳克索斯岛上,伊皮美德亚的儿子们已经死去了,那就是奥托斯,以及你,大胆的埃菲阿尔特斯王。
§4.90καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν §4.91ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον, §4.92ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.
确实,阿耳忒弥斯那迅捷的箭矢射杀了提堤俄斯,那箭矢是从她那不可战胜的箭袋中飞驰而出的,为了让人们只去渴望那在自己能力范围内的爱。
§4.93τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι §4.94γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας §4.95ἵκετο σπεύδων·
” 他们彼此回应着,诉说着这些话语;而佩里阿斯驾着由骡子拉着的、磨光发亮的车辆,急匆匆地、径直奔驰而来。
τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον §4.96δεξιτερῷ μόνον ἀμφὶ ποδί.
他一看到那显眼的一只鞋,仅仅穿在右脚上,便立刻惊愕不已。
κλέπτων δὲ θυμῷ §4.97δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι §4.98πατρίδʼ ἔμμεν;
然而,他掩饰着心中的恐惧,开口问道: “异乡人啊,你声称哪片土地是你的祖国?
καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς §4.99ἐξανῆκεν γαστρός;
又是尘世间哪一个白发妇人从她的子宫中将你产下?
ἐχθίστοισι μὴ ψεύδεσιν §4.100καταμιάναις εἰπὲ γένναν.
切莫用最可憎的谎言来玷污自己,且说出你的出身。
§4.101τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις §4.102ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν.
” 而他,鼓起勇气,用温和的话语如此回答: “我声明我将带来喀戎的教诲。
ἀντρόθε γὰρ νέομαι §4.103πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
因为我正是从洞穴中走来,离开了卡里克洛与菲吕拉,在那里,半人马那纯洁的女儿们抚育了我。
§4.104εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον §4.105οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
在度过了二十个春秋之后,我未曾对他们做过任何不当的事,亦未曾说过任何无礼的话。
§4.106οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν §4.107οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ §4.108Αἰόλῳ καὶ παισί, τιμάν.
如今,我回到了自己的家园,为的是收回我父亲昔日所统治的、如今却被不公统治的古老名誉,那是昔日宙斯赐予民众领袖埃俄罗斯及其子孙的尊荣。
§4.109πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν §4.110ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·
因为我听闻,那无法无天的佩里阿斯,听从了他那浑浊的心,以暴力从我们那依法统治的父母手中夺走了它。
§4.111τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου §4.112ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν §4.113ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν §4.114κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, §4.115νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
因此,当我一初见天光(诞生)之时,父母们畏惧那傲慢统治者的暴虐,在府中布置了如同死者离世般的昏暗丧礼,夹杂着妇女们的哀号,暗中用紫色的襁褓包裹着我,将我送走,让黑夜作为我旅途的伴侣,并将我托付给克罗诺斯之子喀戎去抚养。
§4.116ἀλλὰ τούτων μὲν κεφάλαια λόγων §4.117ἴστε.
然而,关于这些话的要旨,你们是知道的。
λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως· §4.118Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
贤明的公民们啊,请向我明确指出我那驾驭白马的父辈们的府邸;因为我是这片土地上的埃逊之子,我并非来到了别人的异国他乡。
§4.119Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.
那神圣的野兽(喀戎)称呼我为伊阿宋,并以此对我说话。
§4.120ὣς φάτο.
” 他如此说道。
τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.
而他一走进去,父亲的眼睛便认出了他。
§4.121ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, §4.122ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον §4.123γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
于是,从他那苍老的眼睑中,泪水如泉涌般滚落,因为当他看到自己那杰出的、尘世间最俊美的儿子时,他的灵魂深处充满了喜悦。
§4.124καὶ κασίγνητοί σφισιν ἀμφότεροι §4.125ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, §4.126ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος, §4.127εὐμενέοντες ἀνεψιόν.
他的两个兄弟也闻其名声而来:从近处离开希佩瑞亚泉的斐瑞斯,以及从麦塞涅而来的阿米塔翁;很快,阿德梅托斯与梅兰波斯也赶到了,对他们的堂兄弟怀着好意。
ἐν δαιτὸς δὲ μοίρᾳ §4.128μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος, §4.129ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, §4.130ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις §4.131ἱερὸν εὐζοίας ἄωτον.
在宴席的分界中,伊阿宋用温和的话语款待他们,备办相宜的宾客之礼,展现出所有的欢乐,整整五个昼夜,他采撷着那美好生活的圣洁花髓。
§4.132ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ §4.133συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ·
然而到了第六天,他提出严肃的话题,将事情从头到尾向亲属们全盘托出;他们皆表示赞同。
αἶψα δʼ ἀπὸ κλισιᾶν §4.134ὦρτο σὺν κείνοισι.
于是,他们立刻从榻上同他一起站起身来。
καί ῥʼ ἦλθον Πελία μέγαρον· §4.135ἐσσύμενοι δʼ εἴσω κατέσταν.
他们果真来到了佩里阿斯的宫殿;他们急切地步入其中,伫立在那里。
τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν §4.136Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων §4.137μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον §4.138βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου, §4.139ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι §4.140κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως· §4.141ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
听到他们的动静,他自己便出来迎接,那是发丝迷人的泰罗的子嗣(佩里阿斯);而伊阿宋用温和的、如细雨般滴落柔和辞令的声音,奠定了智慧之言的基石: “击石之神波塞冬之子啊,凡人的心智总是过于急切地在正义之前去赞美欺诈之利,即便他们终将走向苦涩的后报;但我和你应当依法克制怒火,织就未来的福泽。
§4.142εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ §4.143καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς §4.144ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον §4.145λεύσσομεν.
我对深知此道的你明言:克雷修斯与骁勇的萨尔摩纽斯,同有一头牝牛作为母亲;而在第三代子嗣中,我们又从他们那里繁衍而出,看着这太阳的黄金光芒。
Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει §4.146ὁμογόνοις, αἰδῶ καλύψαι.
而当同胞之间产生了敌意,命运女神们(莫伊莱)便会退避,以此来遮掩羞耻。
§4.147οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν §4.148οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι.
我们二人不该用斩断青铜的剑,亦不该用长枪来瓜分祖先留下的伟大尊荣。
μῆλά τε γάρ τοι ἐγὼ §4.149καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις §4.150ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων·
因为我情愿将羊群、以及牛群那金黄的队列,还有所有的田产都让与你,那些你从我们父母手中夺去、用以放牧并使你自己的财富肥沃的资产。 ”

词汇与语法注释

  1. 4.77κλειτᾶς Ἰωλκοῦ — 属格短语 κλειτᾶς Ἰωλκοῦ(名城约尔科斯的)虽然与表示方向移动的 μόλῃ(来到)在语义上相关,但在句法上它最自然地作为修饰名词 χθόνα(土地)的定语,意为“名城约尔科斯的土地”。
  2. 4.82οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί — 动词 ᾤχοντο(离去、消失)与分词 κερθέντες(被剪去)结合,形成表示结果的迂回结构,意为“未曾因剪去而消失”。此处 κομᾶν 是名词 κόμη(头发)的属格复数形式,修饰 πλόκαμοι(发辫)。
  3. 4.109λευκαῖς πιθήσαντα φρασὶν — 形容词 λευκός(白色的)通常具有正面含义,但在此处修饰 φρασίν(心智)时却带有否定或邪恶的色彩,意指“嫉妒的、浑浊的、怀有恶意的”。这种隐喻性用法与通常代表的光明或纯洁形成反差。
  4. 4.112κᾶδος ὡσείτε φθιμένου δνοφερὸν — 由 ὡσείτε(犹如)引导的隐喻。宾格名词 κᾶδος(丧礼、哀悼)被 δνοφερὸν(昏暗的)修饰,生动地描绘了伊阿宋的父母为了瞒过佩里阿斯,而在府中伪装“死者丧礼”以暗中将婴儿送走的紧张场面。

引用这一段

品达, 皮托颂 §4.77-4.150. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:4.77-4.150

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。