Humanitext Reader

品达 · 皮托颂 §4.151-4.225

金羊毛任务的提出与阿耳戈船启航

第 8 段,共 18 段 · 希腊语

内容简介

伊阿宋向佩里阿斯提议,容许其保留牲畜和土地,但必须归还王权。佩里阿斯表示同意,但条件是伊阿宋必须完成取回弗里克索斯的灵魂和金羊毛的考验,由此阿耳戈船英雄们集结并启航。

§4.151κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν· §4.152ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας §4.153ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας, §4.154τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας §4.155λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.
并且,你用这些财富过度地充实你的家室,也并不使我痛苦;然而,那昔日克雷修斯之子坐于其上、为骑马的臣民主持正义的独裁之权杖与宝座,这些东西,在免于共同的灾殃之下,请归还给我们,免得从中升起某种更深刻的祸害。
§4.156ὣς ἄρʼ ἔειπεν.
他如此说道。
ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι §4.157τοῖος·
而佩里阿斯也温和地回答道:“我将照办。
ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας §4.158ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν §4.159μᾶνιν χθονίων.
然而,如今我岁月的苍老部分环绕着我;而你的青春之花才刚刚泛起波澜;你能够消除冥府神灵的愤怒。
κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι §4.160Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους, §4.161δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη §4.162ἔκ τε ματρυιᾶς ἀθέων βελέων.
因为弗里克索斯正命令我们去收回他的灵魂,让我们前往艾埃忒斯的寝宫,并带回那只厚毛公羊的皮,昔日他曾凭它从海中、从继母的不敬神的飞矢中获救。
§4.163ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ.
一个奇异的梦境前来对我诉说这些。
μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ, §4.164εἰ μετάλλατόν τι.
我也曾在卡斯塔利亚求神示,探问是否有什么该去追寻的。
καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν.
神示极其迅速地督促我整备船只的护送。
§4.165τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν §4.166καὶ βασιλευέμεν ὄμνυμι προήσειν.
请甘愿去完成这项丰功伟绩吧;而我起誓,向你让出独裁权与王位。
καρτερὸς §4.167ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.
一个强有力的誓言将作为我们双方的见证,愿守护家族的宙斯成为证人。
§4.168σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν· §4.169ἀτὰρ Ἰάσων αὐτὸς ἤδη §4.170ὤρνυεν κάρυκας ἐόντα πλόον §4.171φαινέμεν παντᾷ.
” 赞同了这番约定后,他们便分手了;但伊阿宋本人当时已在敦促传令官们宣告将要进行的航行,使其传遍各地。
τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι §4.172ἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖται §4.173ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν, §4.174ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέος §4.175ἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία.
很快,克罗诺斯之子宙斯的三位战斗不屈的儿子到来了,他们出自转动双眸的阿尔克墨涅和勒达;还有两位蓄着高高发髻的男子,是大地摇撼者的后代,他们看重自己的武勇,从皮洛斯和泰纳隆岬角赶来;其中那欧法莫斯的卓越名声得以成就,还有你,拥有广大威能的佩里克吕梅诺斯。
§4.176ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ §4.177ἔμολεν, εὐαίνητος, Ὀρφεύς.
从阿波罗那里,琴手、歌者之父广受赞誉的奥尔甫斯来到了。
§4.178πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον, §4.179τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον.
金杖赫尔墨斯也派出了他的双胞胎儿子,去投身这不知疲倦的劳苦,一个是埃基翁,另一个是埃律托斯,他们洋溢着青春活力。
ταχέες §4.180ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν· §4.181καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων §4.182Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν §4.183νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
那迅捷的、居住在潘盖翁山麓周围的居民们来到了;因为风之王、父亲波瑞阿斯怀着欢愉而自愿的心情,迅速武装起泽忒斯和卡拉伊斯,这两位双背上有着耸立的紫色羽翼的男子。
§4.184τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα §4.185ναὸς Ἀργοῦς, μή τινα λειπόμενον §4.186τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ §4.187φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
赫拉在这些半神心中燃起了对阿耳戈船那极其动人的、甜蜜的向往,免得有任何人被遗留后,留在母亲身边,过着无险无惊、虚度光阴的生活,而是即便面对死亡,也要与其他同伴一起,为自己的武勇寻找那最美丽的解药。
§4.188ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, §4.189λέξατο πάντας ἐπαινήσαις Ἰάσων.
当水手们的精华降临到约尔科斯时,伊阿宋称赞并清点了所有人。
καί ῥά οἱ §4.190μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς §4.191Μόψος ἄμβασε στρατὸν πρόφρων.
于是为他,那通过鸟类和神圣签筹预言神谕的预言家莫普索斯,欣然让军队登船。
ἐπεὶ δʼ ἐμβόλου §4.192κρέμασαν ἀγκύρας ὕπερθεν, §4.193χρυσέαν χείρεσσι λαβὼν φιάλαν §4.194ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους §4.195κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους §4.196ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν· §4.197ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον §4.198φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι· §4.199ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν §4.200πιθόμενοι· κάρυξε δʼ αὐτοῖς §4.201ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας· §4.202εἰρεσία δʼ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.
当他们从船首挂起起锚时,站在船尾的首领手中拿起金杯,呼唤着乌拉诺斯子嗣之父、手持雷电的宙斯,呼唤着快速奔驰的波涛与狂风,呼唤着黑夜、大海的征途、愉悦的白昼,以及归航的友好命运;乌云中随之向他回应了吉兆的雷霆声响;而闪电的耀眼光芒破空而出;英雄们深信神明的昭示,松了一口气;预言家向他们宣告,吐露着甜美的希望,督促他们奋力划桨;在他们迅捷的双手中,不知疲倦地划着桨。
§4.203σὺν Νότου δʼ αὔραις ἐπʼ Ἀξείνου στόμα πεμπόμενοι §4.204ἤλυθον· ἔνθʼ ἁγνὸν Ποσειδάωνος ἕσσαντʼ εἰναλίου τέμενος, §4.205φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν §4.206καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.
伴随着南风的微风,他们被送往不迎客之海的入口并在那里抵达;在那里他们建立起海洋波塞冬的圣洁神域,且有一群红色的色雷斯公牛在那里,还有新筑的石造祭坛的凹槽。
§4.207ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν, §4.208συνδρόμων κινηθμὸν ἀμαιμάκετον §4.209ἐκφυγεῖν πετρᾶν.
在冲入深重的危险中时,他们哀求着众船的主宰,祈求逃脱那碰撞岩石的无法抗拒的运动。
δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι §4.210ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς §4.211ἡμιθέων πλόος ἄγαγεν.
因为它们是一对活物,其翻滚的速度甚至快过沉重轰鸣的风之队列;但那时,这些半神的航行已给它们带来了终结。
ἐς Φᾶσιν δʼ ἔπειτεν §4.212ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν §4.213μῖξαν Αἰήτᾳ παρʼ αὐτῷ.
随后,他们来到了法希斯河;在那里,他们在艾埃忒斯本人面前,与面色黝黑的科尔客斯人交锋。
πότνια δʼ ὀξυτάτων βελέων §4.214ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν §4.215ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ §4.216μαινάδʼ ὄρνιν Κυπρογένεια φέρεν §4.217πρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν· §4.218ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰν §4.219ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.
而那最尖锐飞矢的主宰、塞浦路斯出生的女神,从奥林波斯将那只缚于四辐不可解脱之轮上的斑驳转头翁,作为使人疯狂的鸟儿带到人间,并且她将祈祷与符咒传授给智慧的埃索之子,好夺去美狄亚对父母的顺从敬畏,让对希腊的向往,在说服之鞭策下,在她那燃烧的心中激荡。
§4.220καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων· §4.221σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶν §4.222δῶκε χρίεσθαι.
她很快便向他揭示了克服其父考验的方法;她用橄榄油调制了抵御剧烈痛楚的解药,给其涂抹。
καταίνησαν τε κοινὸν γάμον §4.223γλυκὺν ἐν ἀλλάλοισι μῖξαι.
他们也同意在彼此之间结合那甜蜜的共同婚姻。
§4.224ἀλλʼ ὅτʼ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο §4.225καὶ βόας, οἳ φλόγʼ ἀπὸ ξανθᾶν γεν ύω ν πν έο ν καιομένοιο πυρός,
然而,当艾埃忒斯在众人中间立起那坚不可摧的犁以及那些牛,它们从黄色的下颚喷出熊熊烈火的火焰,

词汇与语法注释

  1. 4.151πορσύνοντʼ — πορσύνοντα(宾格、现在分词、阳性单数)的缩略形式,指代第二人称(佩里阿斯)作为动作的暗示主语。它与非人称表达 οὔ με πονεῖ(“我不因……而痛苦”)相关联。
  2. 4.186αἰῶνα πέσσοντʼ — αἰῶνα πέσσοντα(πέσσω“消化、消磨”的分词),皮达洛式的比喻性表达,意为在安全中“消磨生命”或“虚度光阴”。
  3. 4.215ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ — 指阿佛洛狄忒将转头翁(ἴϋγξ)缚在四辐车轮上。介词短语 ἐν ἀλύτῳ... κύκλῳ 修饰 ζεύξαισα(“缚”),描述了强迫性爱情魔术的道具。

引用这一段

品达, 皮托颂 §4.151-4.225. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:4.151-4.225

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。