Humanitext Reader

品达 · 皮托颂 §3.60-3.115

凡人的局限与诗歌赐予的不朽德行

第 5 段,共 18 段 · 希腊语

内容简介

诗人阐述了认清凡人局限的重要性,借用佩琉斯、卡德摩斯和阿喀琉斯的兴衰慰藉希厄隆,并指出虽然人间富贵无常,但唯有歌谣能使卓越的德行不朽。

§3.60γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
晓得眼前的本分,深知我们处于何种命运。
§3.61μή, φίλα ψυχά, βίον ἀθάνατον §3.62σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν.
莫要,我亲爱的灵魂,去渴求不朽的生命,但当竭尽你能行之的手段。
§3.63εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ §3.64φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι §3.65ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον §3.66καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων §3.67ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
若是贤明的凯隆仍住在洞穴之中,且在某种程度上我那歌声甜美的颂歌,能在他的心中放入某种抚慰的力量,我定会说服他,如今也为善人们提供一位免于炽烈疾病的医治者,无论那是被称为勒托之子还是其父的某人。
§3.68καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν §3.69Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον, §3.70ὃς Συρακόσσαισι νέμει βασιλεὺς §3.71πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
那么我必会乘船而去,破开伊奥尼亚的海浪,直奔阿耳塔图萨的泉源,前往那位埃特纳的异邦友人处,他在叙拉古作王统治,对市民温和,不嫉妒贤人,对异乡人而言是位令人赞叹的父亲。
§3.72τῷ μὲν διδύμας χάριτας, §3.73εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις. §3.74τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ,
带着双重的恩典,我本会,若我前往时携带着黄金般的健康,以及用花冠为皮托竞技增添光彩的欢歌合唱,这些竞技是那骏马费雷尼科斯曾在喀拉夺得首魁的。
§3.75ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος §3.76ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
我深信,对他而言,必会带来比天上星辰更明亮的光芒,如果我渡过深邃的海洋,抵达他那里。
§3.77ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω §3.78Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ §3.79σεμνὰν θεὸν ἐννύχιαι.
然而,我切愿祈求那伟大的母亲,少女们常在我的门前与潘神一同歌咏她,那位庄严的女神,在夜色朦胧中。
§3.80εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων· §3.81ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς §3.82ἀθάνατοι.
希厄隆啊,若你懂得理解言语中正确的精义,从前人的教诲中你必知晓:不死的神明为凡人分配灾祸,一桩福报必伴随着双重的苦难。
τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν, §3.83ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
对此,愚昧之人无法体面地承受,唯有贤达之辈,将美好的一面展露于外。
§3.84τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
而你,却有幸福的命运相随。
§3.85λαγέταν γάρ τοι τύραννον δέρκεται, §3.86εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος.
因为那伟大的命运垂顾着民众的领袖与君主,如果它曾垂顾过凡人的话。
αἰὼν δʼ ἀσφαλὴς §3.87οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ §3.88οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν §3.89ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων §3.90μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις §3.91ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν, §3.92ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
然而,安稳的一生既不曾赐予埃阿科斯之子佩琉斯,亦不曾给予神一般的卡德摩斯;尽管世人皆称,他们获得了凡人至高的幸福,且曾听闻戴着金发带的缪斯女神在山中以及在七门的底比斯放声歌唱,那时一者娶了牛眸的哈耳摩尼亚,另一者娶了明智的涅柔斯之女、名震遐迩的忒提斯。
§3.93καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις, §3.94καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε §3.95δέξαντο· Διὸς δὲ χάριν §3.96ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν.
神明们曾在他们两者的婚礼上共宴,他们看见了克罗诺斯之子们端坐在金色的宝座之上,并收下了聘礼;因着宙斯的眷顾,他们度过了先前的劳苦,重整了坚毅的心灵。
ἐν δʼ αὖτε χρόνῳ §3.97τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις §3.98εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ §3.99ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
然而随着岁月的流逝,其中的一者,因他那三个女儿带来的剧烈创痛,被夺去了欢乐的韶华;不过,父神宙斯却降临到那白臂的德犹涅那令人向往的榻上。
§3.100τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα §3.101τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν §3.102ὦρσεν πυρὶ καιόμενος §3.103ἐκ Δαναῶν γόον.
另一者的儿子,乃是不死的忒提斯在弗提亚所生的独子,在战场上被箭矢夺去了生命,当他在烈火中焚烧时,激起了达奈人的一片悲泣。
εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων §3.104τυγχάνοντʼ εὖ πασχέμεν.
若凡人心中明晓真理之路,便当顺受从赐福的神明那里获得的一切福祉。
ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ §3.105ὑψιπετᾶν ἀνέμων.
然而,高飞的狂风,在不同的时刻吹来不同的气流。
ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται §3.106σάος, πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται.
人间的富贵福泽不会长久保持安稳,如果它在极度丰盛充盈、沉重地相随而来之时。
§3.107σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις §3.108ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν §3.109δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν.
居于微小则求微小,身处伟大则现伟大,我将如此;对我心中那时刻相伴的守护神,我必以我所及的手段竭诚敬奉。
§3.110εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι, §3.111ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
若神明向我伸出双手,赐予我奢华的财富,我便怀有希望,定能在遥远的未来赢得崇高的名声。
§3.112Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις, §3.113ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ §3.114ἅρμοσαν, γιγνώσκομεν.
涅斯托尔和吕基亚的萨耳珀冬,这些人们口口相传的英雄,我们从那些铿锵高亢的诗句中得以相识,正如贤明的巨匠将其雕琢接合一般。
ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς §3.115χρονία τελέθει.
而显赫的德行,在著名的歌谣中终能历久弥新。
παύροις δὲ πράξασθʼ εὐμαρές.
但要做到这一点,对极少数人而言才非难事。

词汇与语法注释

  1. 3.60γνόντα — 宾格阳性单数不定过去时主动分词,修饰第59行中无人称动词 χρή 意指的、未明示的宾格主语(“凡人”或“某人”)。
  2. 3.65πίθον κεν — 动词 πείθω(说服)的第一人称单数第二不定过去时直陈语气,与条件小词 κεν 连用,构成过去反事实条件句的结论部(意为“我本会说服”)。
  3. 3.106ἐπιβρίσαις — 多利亚方言的主格阳性单数不定过去时主动分词(词尾为 -αις,相当于雅典方言的 -ας),修饰虚拟式动词 ἕπηται 的主语。

引用这一段

品达, 皮托颂 §3.60-3.115. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:3.60-3.115

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。