Humanitext Reader

品达 · 皮托颂 §3.1-3.59

科罗尼斯之死与阿斯克勒庇俄斯的僭越

第 4 段,共 18 段 · 希腊语

内容简介

科罗尼斯因背叛阿波罗与异乡人私通而招致神谴身亡,阿波罗从其腹中救出阿斯克勒庇俄斯并托付给凯隆。阿斯克勒庇俄斯虽成名医,却因收受贿赂复活死人而被宙斯雷击,以此警戒凡人需在神面前安守本分。

§3.1ἤθελον Χείρωνά κε Φιλλυρίδαν, §3.2εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος, §3.3ζώειν τὸν ἀποιχόμενον, §3.4Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον, §3.5νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ §3.6τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον, §3.7ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
我愿菲吕拉之子凯隆,如果我的舌头被允许祈求这共同的愿望,至今还活着,那已逝去的人,乌拉诺斯之子、广力统治者克罗诺斯之裔,并在佩利翁的山谷中统治着,那原野上的野兽, ¦10 拥有对人类友好的心灵;正如他当年所抚育的那样,阿斯克勒庇俄斯,那能缓解痛苦、愈合肢体的温和医术的创造者,那抵御各种疾病的英雄。
§3.8τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ §3.9πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις §3.10τόξοισιν ὕπʼ Ἀρτέμιδος, §3.11εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος.
他,在拥有良马的普勒格阿斯的女儿同助产女神埃勒提亚完成分娩之前,被黄金的弓箭在阿尔忒弥斯手下击倒, ¦20 因阿波罗的计策,在寝殿中降入了哈得斯的府邸。
χόλος δʼ οὐκ ἀλίθιος §3.12γίνεται παίδων Διός.
宙斯之子嗣的愤怒并非虚妄。
ἁ δʼ ἀποφλαυρίξαισά νιν §3.13ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός, §3.14πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ, §3.15καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
而她因心智的迷误而轻慢了他,背着父亲暗许了另一门亲事,在此之前她已与未剪发的神(阿波罗)交合,并怀着天神纯洁的种子。
§3.16οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν §3.17οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες §3.18οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ §3.19ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι §3.20ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.
她不曾等待婚礼筵席的到来, ¦30 也不曾等待那高声歌唱的婚礼歌声,正如同龄的处女同伴们在黄昏的歌声中喜爱戏谑地为同伴唱的那样;但确实她热望了那不在身边的东西,这也是许多人曾遭受的命运。
§3.21ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον, §3.22ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω, §3.23μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
因为在凡人中有一类最虚妄的人,他们耻于身边的东西,却张望着远方, ¦40 用无法实现的希望去追逐虚无的风。
§3.24ἔσχε τοιαύταν μεγάλαν ἀυάταν §3.25καλλιπέπλου λῆμα Κορωνίδος.
美袍的科罗尼斯的心灵便抱持了这般重大的迷妄。
ἐλθόντος γὰρ εὐνάσθη ξένου §3.26λέκτροισιν ἀπʼ Ἀρκαδίας.
因为她与一个来自阿卡迪亚的异乡人在卧榻上同眠。
§3.27οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς §3.28Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών, §3.29πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν §3.30οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
但这并未逃过监视者的眼睛;因为神殿的君王,在迎受祭献的皮托,听闻了此事, ¦50 洛克西亚斯(阿波罗),说服了他那最正直的共享者(自己的心灵)做出判断,凭着他那无所不知的心智;他不沾染虚伪,并且不论是神明还是凡人,在行事还是计谋上都无法欺骗他。
§3.31καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα §3.32ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει §3.33θύοισαν ἀμαιμακέτῳ §3.34ἐς Λακέρειαν.
当时他得知了那与埃拉托斯之子伊斯库斯的不轨私通与不法诡计,便差遣了他的妹妹,她带着不可抗拒的狂怒 ¦60 前往拉刻瑞亚。
ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος.
因为那处女居住在博伊比亚斯湖的悬崖旁。
δαίμων δʼ ἕτερος §3.35ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων §3.36πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς §3.37σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
而另一个神(命运)将其转向灾祸,征服了她;她的许多邻人亦同遭此难,一并毁灭,正像山上一星火花飞溅,便将大片森林化为乌有。
§3.38ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ §3.39σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν §3.40λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι §3.41τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι §3.42οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
但是,当亲族们将少女置于木制的柴堆之上,赫菲斯托斯狂暴的 ¦70 烈焰环绕她时,阿波罗开口说道:“我再也无法在灵魂中忍受,看着我的子嗣随着他母亲的沉重苦难,而在最悲惨的死亡中毁灭。
§3.43ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ §3.44ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά· §3.45καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι §3.46πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
” 他这样说;跨出第一步,他便从尸体中夺取了孩子,那燃烧的火堆为他裂开; ¦80 他带着这孩子,交给了马格尼西亚的肯陶洛斯去抚育,教导他为人类治愈带来重重痛苦的疾病。
§3.47τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων §3.48ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι §3.49ἢ χερμάδι τηλεβόλῳ, §3.50ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων §3.51ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων, §3.52τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν §3.53φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
那些人,凡是带着自然产生的疮肿,或四肢被苍白的青铜所伤,或被远投的石块击伤的人, ¦90 或是身体被夏日之热或冬日之寒折磨的人,他都将其解脱,从各自的痛苦中引导出来,对一些人辅以温柔的咒语歌吟,对另一些人则让他们饮用温和的药水,或在肢体各处敷上药剂,对其余的人则通过手术让他们重新站立。
§3.54ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
然而,即使是智慧也被利禄所束缚。
§3.55ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς §3.56ἄνδρʼ ἐκ θανάτου κομίσαι §3.57ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν §3.58ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
黄金显现在手中,也以优厚的赏金诱惑了那人(阿斯克勒庇俄斯),去将一个已落入死亡的人 ¦100 救回;于是克罗诺斯之子(宙斯)用双手掷下雷霆,迅速夺去了他们两人的胸中呼吸,炽烈的闪电降下了死亡。
§3.59χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
人应当用凡人的心智,向神明寻求那合乎自身本分的事物。

词汇与语法注释

  1. §3.1ἤθελον ... κε ... ζώειν — 带有语气助词 κε 的未完成过去时直陈语气 ἤθελον 表示现在或过去无法实现的愿望(“但愿……还活着”)。它与条件从句 εἰ χρεὼν ... εὔξασθαι(“如果祈求是合适的话”)相配合,表达了对早已逝去的凯隆的深切期盼。
  2. §3.28κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών — “最公正的共享者”指的是阿波罗自己无所不知的心灵(νοῦς)。这里以极富诗意的方式表达了阿波罗无需依赖任何外界信使或密告,仅凭自身的神圣全知便洞悉了科罗尼斯的背叛。
  3. §3.54ἀλλὰ κέρδει καὶ σοφία δέδεται — 连词 καί 修饰 σοφία,意为“即使是智慧(也被利禄所束缚)”。这句格言揭示了人类智慧的局限与脆弱,即便是像阿斯克勒庇俄斯那样高超的医术(智慧),也终究无法抵御黄金(利益)的诱惑。

引用这一段

品达, 皮托颂 §3.1-3.59. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:3.1-3.59

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。