Humanitext Reader

品达 · 皮托颂 §11.1-11.64

色拉叙代奥斯的胜利与奥瑞斯忒斯的神话

第 17 段,共 18 段 · 希腊语

内容简介

诗人召集哈尔摩尼亚的女儿们与缪斯前往忒拜的圣所,为皮托的获胜者色拉叙代奥斯举行庆典。文中讲述了阿伽门农之死和奥瑞斯忒斯复仇的神话,并最终赞美了中庸之道与公共德行。

§11.1Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις, §11.2Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων, §11.3ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ §11.4ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων §11.5θησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας, §11.6Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον, §11.7ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων §11.8στρατὸν ὁμαγερέα καλεῖ συνίμεν, §11.9ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν §11.10γᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ, §11.11ἑπταπύλοισι Θήβαις §11.12χάριν ἀγῶνί τε Κίρρας,
卡德摩斯的女儿们啊,与奥林匹斯众神同街居住的塞墨勒,以及与海洋涅瑞伊得斯共室的白女神伊诺,陪同赫拉克勒斯那出身高贵的母亲,来到美利亚身边,来到那黄金三脚架的秘所宝库前,那是洛克西阿斯最尊崇的地方,并将其命名为伊斯墨尼翁,预言家们的真实之座,哈尔摩尼亚的女儿们啊,如今他就在那里召集女英雄们齐聚一堂,共同聚会,为的是在暮色将尽之时,歌颂神圣的忒弥斯、皮托以及那公正裁决的大地之脐,作为对七门忒拜的荣光,以及对基拉竞技的赞颂。
§11.13ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν §11.14τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών, §11.15ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα §11.16νικῶν ξένου Λάκωνος Ὀρέστα.
在那场竞技中,色拉叙代奥斯让自家的炉火重新被人们记起,因为他为祖先的炉火奉献了第三顶桂冠,在皮拉得斯富饶的土地上赢得胜利,那是他的款待者、拉刻代蒙人奥瑞斯忒斯的故土。
§11.17τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας §11.18χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος, §11.19ὁπότε Δαρδανίδα κόραν Πριάμου §11.20Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ §11.21ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον
当奥瑞斯忒斯的父亲被杀害时,他的乳母阿尔西诺阿将他救出,免遭克吕泰墨斯特拉强有力的双手和那令人悲痛的阴谋之害,当那无情的女人用灰色的青铜,将普里阿摩斯的达耳达诺斯少女卡珊德拉,连同阿伽门农的灵魂,送往阿刻戎那阴影深重的彼岸之时。
§11.22νηλὴς γυνά.
无情的女人。
πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ §11.23σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
究竟是在欧里波斯被宰杀、远离祖国的伊菲革涅亚,激怒了她,唤醒了她那沉重的愤怒?
§11.24ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν §11.25ἔννυχοι πάραγον κοῖται;
还是因为屈从于他人的床榻,夜间的幽会被其迷惑?
τὸ δὲ νέαις ἀλόχοις §11.26ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον §11.27ἀλλοτρίαισι γλώσσαις· §11.28κακολόγοι δὲ πολῖται.
对于年轻的妻子们而言,这是最可憎的过错,且无法向他人的口舌隐瞒;而市民们总是喜欢说闲话。
§11.29ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· §11.30ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
因为繁荣会招致不小的嫉妒;而那低调喘息的人,则在无声中发出叹息。
§11.31θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας §11.32ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις, §11.33μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων §11.34Τρώων ἔλυσε δόμους ἁβρότατος.
英雄阿特柔斯之子自己死去了,他终于来到了名声显赫的阿米克莱,并在那里毁灭了预言家少女,在因为海伦而燃起战火的特洛伊人家园被他摧毁之后。
ὁ δʼ ἄρα γέροντα ξένον §11.35Στρόφιον ἐξίκετο, νέα κεφαλά, §11.36Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει §11.37πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
而那个年轻的生命,则来到了年老的客人斯特罗菲奥斯那里,他住在帕尔纳索斯山脚下;然而,随着时间的推移,他在战神阿瑞斯的帮助下,杀死了母亲,并让埃癸斯托斯倒在血泊之中。
§11.38ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην, §11.39ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν·
朋友们啊,我莫非是在分岔的三岔路口迷失了方向,尽管我先前走在笔直的道路上?
ἤ μέ τις ἄνεμος ἔξω πλόου §11.40ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;
还是某种风将我吹离了航线,就像海上的小舟遭遇风暴时那样?
§11.41Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν §11.42φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν §11.43ἢ πατρὶ Πυθονίκῳ §11.44τό γέ νυν ἢ Θρασυδαίῳ· §11.45τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει.
缪斯啊,如果为了报酬,你同意提供带有银币响声的歌声,你的职责就是一会儿让歌声飘向这,一会儿飘向那,或者是为了皮托获胜的父亲,或者至少在此时是为了色拉叙代奥斯;他们的喜悦与荣耀正熊熊燃烧。
§11.46τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι, §11.47Ὀλυμπίᾳ ἀγώνων πολυφάτων §11.48ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις· §11.49Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν §11.50Ἑλλανίδα στρατιὰν ὠκύτατι.
一方面,他们曾是在战车竞技中获得美妙胜利的先驱,在奥林匹亚,在那声名远扬的竞技中,他们与骏马一起夺得了迅捷的胜利光芒;在皮托,他们降临到赤裸的体育场,证明了希腊的大军在他们的极速面前微不足道。
θεόθεν ἐραίμαν καλῶν, §11.51δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.
愿我从神明那里企求美好的事物,在我的年纪里追求可能之事。
§11.52τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ §11.53ὄλβῳ τεθαλότα, μέμφομʼ αἶσαν τυραννίδων· §11.54ξυναῖσι δʼ ἀμφʼ ἀρεταῖς τέταμαι.
因为我发现,在城邦中,处于中间阶层的人,因拥有更长久的繁荣而兴旺,我谴责僭主们的命运;我致力于追求公共的德行。
φθονεροὶ δʼ ἀμύνονται §11.55ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν §11.56ἀπέφυγεν· μέλανος ἂν ἐσχατιὰν §11.57καλλίονα θανάτου στείχοι, γλυκυτάτᾳ γενεᾷ §11.58εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.
而嫉妒的毁灭将被驱散,如果有人在达到顶峰并安分守己的同时,避开了恐人的傲慢;他将走向那黑色死亡更为美丽的终点,为他最甜蜜的子孙留下美名,这是财产中最为强大的恩泽。
§11.59ἅ τε τὸν Ἰφικλείδαν §11.60διαφέρει Ἰόλαον §11.61ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν, §11.62σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν, §11.63τὸ μὲν παρʼ ἆμαρ ἕδραισι Θεράπνας, §11.64τὸ δʼ οἰκέοντας ἔνδον Ὀλύμπου.
正是这一点使伊菲克勒斯之子伊奥拉奥斯脱颖而出,成为备受歌颂的人,还有力量强大的卡斯托尔,以及你,波吕得乌刻斯国王,神明之子们,他们轮流在一天住在忒拉普纳的座上,另一天则住在奥林匹斯之内。

词汇与语法注释

  1. §11.4πὰρ Μελίαν — 介词 `παρά`(此处缩略为 `πὰρ` 并支配宾格)通常表示“到……旁边”。在这里它指的是忒拜泉水仙女墨利亚(或其关联圣所),并与随后的宾格短语 `ἐς ἄδυτον`(进入秘所)形成平行结构,用以指明目的地。
  2. §11.22πότερόν νιν ἄρʼ Ἰφιγένειʼ... ἔκνισεν — 疑问小词 `πότερον` 引导双重选择疑问句,并在 §11.24 中由 `ἤ` 延续(“是……还是……”)。宾格代词 `νιν`(指代克吕泰墨斯特拉)是动词 `ἔκνισεν`(激怒/折磨)的直接宾语,而 `Ἰφιγένεια`(伊菲革涅亚)是主语。这提出了关于克吕泰墨斯特拉杀夫动机的疑问:究竟是因为女儿被献祭而愤怒,还是因为她自己的通奸私情。
  3. §11.41εἰ μισθοῖο συνέθευ παρέχειν — 动词 `συνέθευ`(第二人称单数不定过去时中间态)与条件词 `εἰ` 结合,表示基于先前协定的真实假设(“如果你同意了”)。属格 `μισθοῖο`(为了报酬)是价格或交换属格,而不定词 `παρέχειν` 则界定了协定的具体内容(“提供”)。
  4. §11.52τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα — 分词 `εὑρίσκων`(发现)作原因状语,用以解释主句动词 `μέμφομαι`(我谴责)。属格 `τῶν` 是部分属格,指代前文的“中间阶层”(`τὰ μέσα`)或一般市民。短语 `ἂμ πόλιν` 是介词 `ἀνά` 加宾格 `πόλιν` 的缩略同化形式,意为“在城邦中/遍及城邦”。

引用这一段

品达, 皮托颂 §11.1-11.64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:11.1-11.64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。