Humanitext Reader

品达 · 皮托颂 §10.1-10.72

希波克勒阿斯的胜利与极北之人的乐土

第 16 段,共 18 段 · 希腊语

内容简介

赞美色萨利少年希波克勒阿斯在双倍径赛中的胜利,歌颂斯巴达与色萨利的繁荣、神话中北方乐土居民无忧无虑的幸福生活及珀尔修斯的冒险,并赞美赞助人索拉克斯及色萨利的统治家族。

§10.1ὄλβια Λακεδαίμων, §10.2μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς §10.3ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
幸福的拉刻代蒙,蒙福的色萨利;在两地,一位父亲——在战斗中卓越的赫拉克勒斯的后裔统治着。
§10.4τί κομπέω παρὰ καιρόν;
我为何不合时宜地夸口?
ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει §10.5Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες §10.6ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
然而皮托和佩林奈翁在召唤我,阿勒乌阿斯之子们也希望为希波克勒阿斯引导起人们那名声显赫的颂歌之声。
§10.7γεύεται γὰρ ἀέθλων· §10.8στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς §10.9διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
因为他正在尝到竞技的滋味;在近邻同盟的军队中,帕尔纳索斯的山谷已宣告他为少年双倍径赛中最高超者。
§10.10Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται· §10.11ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν· §10.12τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς §10.13Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις §10.14Ἄρεος ὅπλοις·
阿波罗啊,当神明促成时,人类的开端与甘美的结局皆得以昌盛;他想必是凭借你的旨意达成了此事;而他那天生的才能已踏着父亲的足迹,其父曾两次在承接战斗的阿瑞斯铠甲中获得奥林匹亚胜利。
§10.15ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν §10.16πέτραν κρατησίποδα Φρικίαν.
此外,在草木茂盛的基拉山下的竞技,使足步迅捷的弗里基亚斯成为胜者。
§10.17ἕσποιτο μοῖρα καὶ ὑστέραισιν §10.18ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·
愿命运在未来的日子里也伴随他们,使那令人自豪的财富为他们绽放。
§10.19τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν §10.20λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν §10.21μετατροπίαις ἐπικύρσαιεν.
在希腊的种种乐事中,他们已获得了不少的份额,愿他们不要遭遇来自神明的嫉妒变故。
θεὸς εἴη §10.22ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς, §10.23ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις §10.24τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει, §10.25καὶ ζώων ἔτι νεαρὸν §10.26κατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
神明固然拥有无忧无虑的心;但对于智者而言,这样的男子是幸福且值得赞颂的:谁若凭着双手或双足的卓越赢得胜利,凭着勇气与力量夺得竞技中最大之物,且在依然在世时,看见自己年轻的儿子,依循命运获得了皮托的桂冠。
§10.27ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ. §10.28ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον §10.29πλόον.
青铜的天空,是他绝无法攀登的;但在我们凡人种族所能触及的一切光辉中,他已航行到了最远的终点。
ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροις §10.30ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
无论乘船还是徒步前往,你都无法找到去往超出北风居民集会的奇妙道路。
§10.31παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας, §10.32δώματʼ ἐσελθών, §10.33κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ §10.34ῥέζοντας· ὧν θαλίαις ἔμπεδον §10.35εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων §10.36χαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
昔日,民众的领袖珀尔修斯曾在他们那里宴饮,进入他们的居所,恰逢他们正向神明献上名声显赫的驴之百牲祭;阿波罗最喜爱他们的盛宴与吉祥的赞词,并看着那些野兽挺起的狂妄而发笑。
§10.37Μοῖσα δʼ οὐκ ἀποδαμεῖ §10.38τρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένων §10.39λυρᾶν τε βοαὶ καναχαί τʼ αὐλῶν δονέονται· §10.40δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.
缪斯也并未远离他们的习俗;处处回荡着少女的合唱,里拉琴的鸣响与双簧管的清脆之音交织振动;他们用金色的月桂树枝系住头发,欢快地宴饮。
§10.41νόσοι δʼ οὔτε γῆρας οὐλόμενον κέκραται §10.42ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ §10.43οἰκέοισι φυγόντες §10.44ὑπέρδικον Νέμεσιν.
疾病与毁灭性的衰老皆不曾掺入这神圣的一族;他们远离劳碌与争战,避开了那至公至正的涅墨西斯而生活。
θρασείᾳ δὲ πνέων καρδίᾳ §10.45μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δʼ Ἀθάνα, §10.46ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα §10.47δρακόντων φόβαισιν ἤλυθε νασιώταις §10.48λίθινον θάνατον φέρων.
昔日,那怀着勇敢之心呼吸着的达那厄之子,在雅典娜的指引下,前往那福乐之人的集会;他斩杀了戈尔工,并带着那生有毒蛇发鬣、色彩斑斓的头颅,给岛民们带来了石化的死亡。
ἐμοὶ δὲ θαυμάσαι §10.49θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται §10.50ἔμμεν ἄπιστον.
但在我看来,当神明成就之时,没有任何惊人之事是不可信的。
§10.51κώπαν σχάσον, ταχὺ δʼ ἄγκυραν ἔρεισον χθονὶ §10.52πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.
收起船桨,快从船首将锚牢牢固定于地,作为避开暗礁的防护。
§10.53ἐγκωμίων γὰρ ἄωτος ὕμνων §10.54ἐπʼ ἄλλοτʼ ἄλλον ὥτε μέλισσα θύνει λόγον.
因为赞美诗歌的精华,就像蜜蜂一样,从一个话题飞向另一个话题。
§10.55ἔλπομαι δʼ Ἐφυραίων §10.56ὄπʼ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν §10.57τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς §10.58ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, §10.59νέαισίν τε παρθένοισι μέλημα.
我希望,当埃菲拉人在佩内乌斯河畔倾注我甜美的歌声时,我将通过歌声,因着桂冠的缘故,使希波克勒阿斯在同辈与长辈中都显得更加令人赞叹,并且成为年轻少女们的心之所属。
καὶ γὰρ §10.60ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας· §10.61τῶν δʼ ἕκαστος ὀρούει, §10.62τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός·
因为不同的人,其心灵会被不同的渴望所触动;凡是各人所追求的,若能得到,他便会热切地抓紧眼前那渴望的念头。
§10.63τὰ δʼ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.
然而一年之后的事情,是无法预测也难以预先知晓的。
§10.64πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν §10.65τόδʼ ἔζευξεν ἅρμα Πιερίδων τετράορον, §10.66φιλέων φιλέοντʼ, ἄγων ἄγοντα προφρόνως.
我信赖索拉克斯那温和的款待,他为了我的缘故而奔忙,驾起了这辆庇厄里亚缪斯的四马战车,爱那相爱之人,诚心引导那引导之人。
§10.67πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει §10.68καὶ νόος ὀρθός.
在经受考验时,试金石上的黄金与正直的心灵皆会显出其真价。
§10.69ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτι §10.70ὑψοῦ φέροντι νόμον Θεσσαλῶν §10.71αὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνται §10.72πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.
我们还要赞美他那优秀的兄弟们,因为他们高扬了色萨利人的法则,使其昌盛;而城邦那珍贵的祖传舵舵之权,正掌握在优秀的人们手中。

词汇与语法注释

  1. 10.16Φρικίαν — Φρικίας 是获胜者希波克勒阿斯的父亲皮特阿斯所拥有的骏马之名。它带有形容词 κρατησίποδα(足步捷疾的),并作为不定过去时动词 ἔθηκε 的直接宾语。
  2. 10.28περαίνει — 现在时动词 περαίνει(完成,达到)在此处作不及物动词使用,意为“达到极限”或“抵达最远端”,并由介词短语 πρὸς ἔσχατον πλόον(至最远航程)所修饰。
  3. 10.58θησέμεν — 这是埃奥利斯-多里斯方言中的主动语态不定过去时不定式(相当于雅典方言的 θεῖναι)。它作为表示希望与期望的动词 ἔλπομαι(§10.55)的补足不定式,表达了对未来状态的期望或意图。

引用这一段

品达, 皮托颂 §10.1-10.72. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:10.1-10.72

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。