Humanitext Reader

品达 · 皮托颂 §12.1-12.32

米达斯的吹管胜利与雅典娜创制管乐的神话

第 18 段,共 18 段 · 希腊语

内容简介

诗人赞美了阿克拉加斯城与珀耳塞福涅,祝贺米达斯在皮托双簧管比赛中获胜。随后,他讲述了神话:在珀耳修斯斩杀美杜莎后,雅典娜如何通过模仿戈耳工姐妹的哀歌发明了双簧管音乐。

§12.1αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων, §12.2Φερσεφόνας ἕδος, ἅ τʼ ὄχθαις ἔπι μηλοβότου §12.3ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα, §12.4ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ §12.5δέξαι στεφάνωμα τόδʼ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ, §12.6αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε §12.7Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων §12.8οὔλιον θρῆνον διαπλέξαισʼ Ἀθάνα· §12.9τὸν παρθενίοις ὑπό τʼ ἀπλάτοις ὀφίων κεφαλαῖς §12.10ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ, §12.11Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος, §12.12εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων.
我请求你,热爱光荣者,凡人城邦中最美丽的一座,珀耳塞福涅的居所,你居住在羊群牧放的阿克拉加斯那筑建良好的山丘之上,噢,女王,带着不死之神与凡人的好意,仁慈地为名声显赫的米达斯接受这顶来自皮托的桂冠,以及他本人,他在技艺上战胜了全希腊,这技艺曾由帕拉斯·雅典娜发明,她将凶猛的戈耳工们的凄惨哀歌交织在一起;那哀歌,她听见它从少女般的、无法接近的蛇头之下伴着深沉的悲伤与痛苦流淌而出,当珀耳修斯完成了姐妹们的三分之一,给海岛塞里福斯及其人民带来厄运之时。
§12.13ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος, §12.14λυγρόν τʼ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τʼ ἔμπεδον §12.15δουλοσύναν τό τʼ ἀναγκαῖον λέχος, §12.16εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας §12.17υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτου §12.18ἔμμεναι.
他确实使福耳库斯那神圣的族类变得黯淡,并给波吕得克忒斯带来悲惨的宴会,以及母亲长期的奴役与被迫的床榻,通过夺取那美丽脸颊的美杜莎之首,达那厄之子;我们说他是从自行流淌的黄金中诞生的。
ἀλλʼ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων §12.19ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος, §12.20ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων §12.21χριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον.
然而,当她从这些劳苦中救出了心爱的男子,那处女便创造了双簧管的万响旋律,为了模仿从尤瑞艾莉那敏捷的颌骨中伴着她那蛇发兵器迸发出的、响彻云霄的哀号。
§12.22εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν, §12.23ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον, §12.24εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων, §12.25λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων, §12.26τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων. §12.27Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
女神发明了它;但在发明之后,为了让凡人占有它,她将其命名为“多头之调”,那是激荡民众的竞技之光荣纪念,它频频穿过薄薄的青铜与芦苇,它们生长在拥有优美舞蹈的美惠三女神之城旁,凯菲西斯湖的圣所中,舞者们忠实的见证。
§12.28εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου §12.29οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον §12.30δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος §12.31οὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼν §12.32ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.
如果人类之中有什么繁荣,它也决不会不经受劳苦就显现出来;但神明或许就在今天会将其完成—— 而命中注定之事是无法逃避的——但总会有一个时刻,它会把人投向意想不到的境地,使意图逆转,给出一物,而另一物暂不给予。

词汇与语法注释

  1. §12.1καλλίστα βροτεᾶν πολίων — 将阿克拉加斯(阿格里真托)拟人化的呼格名词短语。它与 αἰτέω 的直接宾语 σε 同格,随后的“珀耳塞福涅的居所”和“居住在阿克拉加斯之丘者”也均指代该城邦。
  2. §12.6αὐτόν τέ νιν — νιν 是第三人称单数宾格代词,作为 δέξαι(§12.5)的宾语。αὐτόν 是强调形容词(“他本人”),与前文的 στεφάνωμα 构成双重宾语结构(“接受这顶桂冠……以及他本人”)。
  3. §12.9τὸν ... ἄϊε — 关系代词 τὸν 指代前句的 θρῆνον(§12.8)。主动词 ἄϊε(“听见”)的主语是雅典娜(Pallas Athena),分词 λειβόμενον 描绘了哀歌流淌或倾泻而出的情景。
  4. §12.11τρίτον ... κασιγνητᾶν μέρος — 直译为“姐妹们的三分之一(第三个部分)”,这是一种委婉说法,指代戈耳工三姐妹(丝西娜、尤瑞艾莉、美杜莎)中,唯独难逃一死的第三个姐妹“美杜莎的首级”。
  5. §12.21σὺν ἔντεσι — ἔντεα 通常指“兵刃”或“工具”,此处比喻性地指代从戈耳工头部生长出的蛇齿,或那些具有威胁性的蛇本身,它们被视为战争的武器或发出声音的工具。
  6. §12.22ἔχειν — 表目的的说明性不定式(epexegetic infinitive),意为“为了让凡人占有并保有[双簧管技艺]”。它修饰前文的分词 εὑροῖσʼ(“在发明之后”)。
  7. §12.31ὃ καί ... δώσει — 由 ὃ 引导的关系从句,其先行词为主句中的 χρόνος(§12.30)(虽然 ὃ 是中性主格,而 χρόνος 是阳性,此处属于一种破格,或将“时间”作为抽象事物以中性代词指代)。该从句描述了“那个时刻”将人(τινʼ)投向意料之外的绝望,给予一物而扣留另一物的命运无常。

引用这一段

品达, 皮托颂 §12.1-12.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0033.tlg002.humanitext-grc2:12.1-12.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。