§6.52ὣς ἄρα μάνυε.
他如此宣告。
τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι §6.53οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον.
然而众人声称,尽管他已出生五天,他们既未听闻亦未看见他。
ἀλλʼ ἐν §6.54κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ, §6.55ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν §6.56σῶμα·
但实际上,因为他一直被隐藏在芦苇丛和无法涉足的野茨之中,他那娇嫩的身体浸润在三色堇金黄和深紫的光辉中。
τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ §6.57τοῦτʼ ὄνυμʼ ἀθάνατον.
母亲因此宣告,在未来的所有时光里,他都应被称为这个不朽的名字。
τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν §6.58καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν, §6.59ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν, §6.60αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ, §6.61νυκτὸς ὑπαίθριος.
当他收获了戴着金冠的青春女神那令人欣喜的果实,他便下到阿尔斐俄斯河的中央,呼唤着威力无边的波塞冬,他的祖先,以及神建德洛斯岛的那位持弓的守护者,为他自己的首级祈求某种能养育人民的荣耀,在露天的夜空下。
ἀντεφθέγξατο δʼ ἀρτιεπὴς §6.62πατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος, §6.63δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.
他那言语中肯的父亲之声回应并找到了他:“起来,我的孩子,遵循我的神示之声,从这里前往那万民咸集的土地。
§6.64ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·
” 他们便来到了高耸而难以企及的克罗尼俄斯之石。
§6.65ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον §6.66μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν §6.67ψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼν §6.68Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ §6.69ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων, §6.70Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.
在那儿,神赐予他双重的预言宝藏:其一是去聆听那不知虚假的声音;其二是当那智谋不凡、勇猛过人的赫拉克勒斯——阿尔开俄斯后裔的尊贵幼芽到来,为父亲创立万民咸集的节日和最伟大的竞技法则时,命他届时在宙斯最高的祭坛上再次设立神谕所。
§6.71ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.
自此,伊阿摩斯的族系在全希腊名声大噪。
τεκμαίρει §6.74χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων §6.75τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον §6.76ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
每一件行事都证实了他们;来自其他心怀嫉妒者的非难,悬挂在那些人在最先驾车绕过第十二圈、获得令人敬畏的美惠女神滴下荣耀之美姿的人们的头顶。
§6.77εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες §6.78ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις §6.79πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων §6.80Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου, §6.81σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
哈格西亚斯啊,如果真的在库勒涅的边界下,你母方的先代们居住于此,并用虔诚的祭献和祈求多次敬奉了神明的使者赫尔墨斯,他主持着竞赛,保留着竞技的份额,并尊崇着英雄辈出的阿卡迪亚;那么他,噢,索斯特拉托斯之子,必将与他那雷声隆隆的父亲一道,成就你的幸运。
我觉得舌尖上仿佛有一块声音清脆的砥石,它伴随着美妙流淌的拂面微风,顺从地向我贴近。
§6.84ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα, §6.85πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ §6.86πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων §6.87ποικίλον ὕμνον.
我的外祖母是斯廷法洛斯人,那花开繁茂的梅托佩,她生下了驾驭骏马的底比斯,我将饮用她那令人神往之水,为手持长矛的战士们织就绚丽多彩的赞歌。
ὄτρυνον νῦν ἑταίρους, §6.88Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι, §6.89γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν §6.90λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν.
现在去促请你的同伴们吧,埃涅阿斯啊,首先赞美处女赫拉,然后去探知,我们是否能用真实的言辞摆脱那古老的恶名——“波奥提亚的猪”。
ἐσσὶ γὰρ ἄγγελος ὀρθός, §6.91ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·
因为你是一个忠实的使者,秀发飘逸的缪斯女神们的传令权杖,高亢歌谣的甜美交杯。
§6.92εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας· §6.93τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων, §6.94ἄρτια μηδόμενος, φοινικόπεζαν §6.95ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν, §6.96καὶ Ζηνὸς Αἰτναίου κράτος.
告诉他们要铭记叙拉古和奥尔堤癸亚,希伦以纯洁的王笏治理着那儿,筹谋着合宜之事,他敬奉着红足的德墨忒尔,以及她那驾驭白马的女儿的节日,还有艾特纳宙斯的权能。
ἁδύλογοι δέ νιν §6.97λύραι μολπαί τε γιγνώσκοντι.
那言语甜美的竖琴和歌声都通晓他。
μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
愿悄然逝去的时光不要搅扰他的幸福。
§6.98σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον §6.99οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον, §6.100ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας.
愿哈格西亚斯怀着令人向往的亲切之情,接纳那从家里出发、自斯廷法洛斯的城墙归来的欢宴队列,离开那羊群繁茂的母地阿卡迪亚。
ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ §6.101νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι.
在严冬的夜里,从疾驰的船上抛下双锚是件好事。
θεὸς §6.102τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
愿神眷顾并赐予他们与那些人同样荣耀的命运。