§6.1χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου §6.2κίονας, ὡς ὅτε θαητὸν μέγαρον §6.3πάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπον §6.4χρὴ θέμεν τηλαυγές.
仿佛在建造一座宏伟的殿宇,我们在居所坚固的门廊前立起黄金的支柱,我们将如此构建;在工程开始之际,必须使它的前面显出远射的光芒。
εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας, §6.5βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, §6.6συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνον §6.7κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
如果一个人既是奥林匹亚的胜利者,又是皮萨城宙斯神谕祭坛的司祭,还是那著名的叙拉古城的共同奠基者,那么,当他听到无意于嫉妒之心的市民唱起甜美的歌谣时,他又怎能逃脱任何赞美之歌呢?
ἀκίνδυνοι δʼ ἀρεταὶ §6.10οὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαις §6.11τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
未经危险的德行,无论在陆地上的人群中,还是在空心的船只里,都不被尊崇;但若有任何美好之事历经艰辛而成,众人便会铭记。
§6.12Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ §6.13ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηον §6.14φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
哈格西亚斯啊,为你早已准备好了那份赞誉,那是当年阿德拉斯托斯凭正义之舌对预言家俄伊克勒斯之子安菲阿拉俄斯所发出,当大地将他本人和他那光彩夺目的骏马一同吞没之时。
§6.15ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας §6.16εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, §6.17ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.
随后,在七座死者的火葬柴堆燃尽之后,塔拉俄斯之子在底比斯说出了这样的话:“我怀念我大军的双眼,他既是一位优秀的预言者,又是一个能执矛战斗的勇士。
τὸ καὶ §6.18ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
”这同样也适用于这位作为凯旋欢宴之主的叙拉古人。
§6.19οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν, §6.20καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως §6.21μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.
我既非好争吵之人,亦非过分好胜之辈,但立下庄严之誓,我至少要为他清晰地见证这一点;而声音甜美的缪斯女神们将会允诺。
§6.22ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων, §6.23ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ §6.24βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν §6.25καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι §6.26ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ §6.27ἐπεὶ δέξαντο·
噢,芬蒂斯啊,现在就为我套上那健壮的骡子,尽速行动,以便我们在洁净的道路上驾驭车舆,让我得以抵达那些男子及其氏族;因为它们比其他任何马匹都更懂得如何引领这条道路,既然它们已在奥林匹亚赢得了花冠。
χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·
因此,我们必须为它们敞开赞美诗的大门。
§6.28πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ· §6.29ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται §6.30παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
今天,在适宜的时刻,我必须前往欧罗塔斯河畔的皮塔内;据说她曾与克罗诺斯之子波塞冬交合,生下了紫发娇娃埃瓦德涅。
§6.31κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις· §6.32κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν §6.33ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, §6.34ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·
她在衣襟中隐瞒了未婚产子的阵痛;但到了足月之时,她发出侍女,命她们将婴儿送给埃拉托斯之子的那位英雄抚养,他在派萨纳统治着阿卡迪亚人,并分得阿尔斐俄斯河畔的居所。
§6.35ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.
她在那里被抚育成长,并在阿波罗的身下初尝了甜美的阿佛洛狄忒。
§6.36οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
然而,她始终未能瞒过埃皮托斯,不让他发觉自己偷藏着神明之子。
§6.37ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ, §6.38ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.
于是他在心中强忍住难以言喻的怒火和尖锐的忧虑,前往皮托,去为这无法容忍的事情求问神谕。
§6.39ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα §6.40κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας §6.41τίκτε θεόφρονα κοῦρον.
而她解下了深红色的腰带,放下银罐,在幽暗的灌木丛下生下了具有神智的男儿。
τᾷ μὲν ὁ Χρυσοκόμας §6.42πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·
那金发之神为她派来了温柔的厄勒堤亚与命运女神们伺候在侧。
于是,从母腹中,伴随着甜美而痛苦的阵痛,伊阿摩斯顿时降生于光明之中。
τὸν μὲν κνιζομένα §6.45λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν §6.46δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ §6.47ἰῷ μελισσᾶν καδόμενοι.
她因痛苦心碎而将他遗弃在地上;但两只青眼巨蛇,遵照神明的旨意,怀着关切之情,用无害的蜂糖喂养了他。
βασιλεὺς δʼ ἐπεὶ §6.48πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ §6.49εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν §6.50πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις §6.51ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
而当国王驱车从多石的皮托返回时,他向屋里的所有人询问起埃瓦德涅所生的孩子;因为他说这孩子是由父亲福玻斯所生,并将在凡人中成为大地上卓越非凡的预言者,且他的族系将永不绝嗣。