§5.1ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν §5.2τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ §5.3ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·
崇高美德与奥林匹亚花冠的、以及疲惫不知之足的骡车的甜美精华,大洋神之女啊,请怀着开朗的心,以及普萨乌米斯的礼物,予以接纳。
§5.4ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον §5.5βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις §5.6ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις, §5.7ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε.
他,光大你那养育人民的城邦卡马里纳,在神明最伟大的节日里,荣耀了六座双联祭坛,伴随着献牛之祭,以及为期五日的竞技比赛,以骏马、骡子和单骑之赛。
τὶν δὲ κῦδος ἁβρόν §5.8νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄκρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.
他将辉煌的荣耀,在获胜后,献给了你,并使他的父亲阿克隆以及他新定居的家园得以宣告。
§5.9ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων §5.10σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν §5.11τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν, §5.12καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν, §5.13κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, §5.14ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·
他从俄诺玛俄斯与珀罗普斯那可爱的住所而来,守护城邦的帕拉斯啊,他歌颂着你神圣的林苑、奥阿尼斯河、以及本地的湖泊,以及庄严的水道——希帕里斯河用它们灌溉人民,并且迅速将稳固居所的高耸林木凝聚建起,将这群城邦公民,从无助中引向光明。
然而,围绕着美德,劳苦与开销总是向着被危险所笼罩的事功而抗争。
ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
而成功者,在公民眼中也被视为是智者。
§5.17Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον §5.18τιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντʼ Ἰδαῖόν τε σεμνὸν ἄντρον, §5.19ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς, §5.20αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς §5.21δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις §5.22ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν, §5.23υἱῶν, Ψαῦμι, παρισταμένων.
居于高云之上的救主宙斯啊,你居住在克罗尼奥斯山陵,尊崇着宽阔流淌的阿尔斐俄斯河以及神圣的伊达山洞,我作为你的求告者而来,伴着吕底亚的笛声扬声呼唤,祈求你用辉煌的俊杰来妆点这座城邦;也祈求你,奥林匹亚的胜利者,在乐于波塞冬之马的同时,能够怀着开朗的心情,将晚年带向安详的终点,普萨乌米斯啊,在儿子们侍立于身旁之时。
ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει, §5.24ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.
若有人培育着健康的财富,满足于自己的财产并加上美名,就切莫希求成为神明。