Humanitext Reader

色诺芬 · 骑兵队长论 §2.1-2.9

骑兵队列编制与前列及后列指挥官的选拔

第 3 段,共 12 段 · 希腊语

内容简介

作者阐述了特定战术队形的必要性,建议选拔优秀的十人队长作为前列,以及稳健的年长者作为后列,并指出这种有序的编制如何提高指挥效率并防止行军和战斗中的混乱。

§2.1ἢν δὲ δή σοι ταῦτα πάντα ἐξησκημένοι ὦσιν οἱ ἱππεῖς, δεῖ δήπου καὶ τάξιν τινὰ ἐπίστασθαι αὐτοὺς ἐξ ἧς καλλίστας μὲν θεοῖς πομπὰς πέμψουσι, κάλλιστα δὲ ἱππάσονται, ἄριστα δὲ μαχοῦνται, ἢν δέῃ, ῥᾷστα δὲ καὶ ἀταρακτότατα ὁδοὺς πορεύσονται καὶ διαβάσεις περάσουσιν.
如果你的骑兵确实在所有这些事上都训练有素,那么他们当然也必须掌握某种队形。 通过这种队形,他们将为神明举行最壮观的游行,进行最美观的骑行,在必要时进行最出色的战斗,并且最容易、最无混乱地在道路上行军和通过渡口。
ᾗ τοίνυν χρώμενοι τάξει δοκοῦσιν ἄν μοι ταῦτα κάλλιστα διαπράττεσθαι, ταύτην νῦν ἤδη πειράσομαι δηλοῦν.
因此,他们使用何种队形最能美满地完成这些任务,我现在就来设法说明。
§2.2οὐκοῦν ὑπὸ μὲν τῆς πόλεως ὑπάρχουσι διῃρημέναι φυλαὶ δέκα.
首先,城邦已经为我们划分好了十个部落。
τούτων δʼ ἐγώ φημι χρῆναι πρῶτον μὲν δεκαδάρχους σὺν τῇ τῶν φυλάρχων ἑκάστου γνώμῃ καταστῆσαι ἐκ τῶν ἀκμαζόντων τε καὶ φιλοτιμοτάτων καλόν τι ποιεῖν καὶ ἀκούειν·
我认为,应当在每个部落长的同意下,首先从那些正值壮年、且最渴望立下功勋并赢得美名的人中选拔出十人队长。
καὶ τούτους μὲν πρωτοστάτας δεῖ εἶναι.
而这些人必须担任最前列的士兵。
§2.3μετὰ δὲ τούτους ἴσους χρὴ τούτοις ἀριθμὸν ἐκ τῶν πρεσβυτάτων τε καὶ φρονιμωτάτων ἑλέσθαι οἵτινες τελευταῖοι τῶν δεκάδων ἔσονται.
在此之后,应当从最年长、最稳重的人中,选出与他们人数相等的人,担任每十人队的最后列。
εἰ γὰρ δεῖ καὶ ἀπεικάσαι, οὕτω καὶ σίδηρος μάλιστα διατέμνει σίδηρον, ὅταν τό τε ἡγούμενον τοῦ τομέως ἐρρωμένον ᾖ καὶ τὸ ἐπελαυνόμενον ἱκανόν.
因为如果需要作个比喻,正如当切削工具的锋刃坚固且后面推进的部分充足时,铁最能切断铁一样。
§2.4τούς γε μὴν ἐν μέσῳ τῶν πρώτων καὶ τῶν τελευταίων, εἰ οἱ δεκάδαρχοι ἐπιστάτας ἕλοιντο καὶ οἱ ἄλλοι ἐφέλοιντο, οὕτως εἰκὸς ἑκάστῳ πιστότατον τὸν ἐπιστάτην εἶναι.
至于介于最前列和最后列之间的那些人,如果由十人队长挑选他们的后列随从,其他人也依次挑选自己的后列随从,那么在这样的情况下,对每个人来说,他的后列随从自然是最值得信赖的。
§2.5τὸν μέντοι ἀφηγούμενον ἐκ παντὸς τρόπου δεῖ ἱκανὸν ἄνδρα καθιστάναι.
然而,殿后的引导者无论如何必须由有能力的人来担任。
ἀγαθὸς γὰρ ὤν, εἴτε ποτὲ δέοι ἐπὶ πολεμίους ἐλαύνειν, ἐγκελεύων ῥώμην ἂν ἐμβάλλοι τοῖς ἔμπροσθεν, εἴτʼ αὖ καὶ ἀποχωρεῖν καιρὸς συμβαίνοι, φρονίμως ἀφηγούμενος μᾶλλον ἄν, ὡς τὸ εἰκός, σῴζοι τοὺς φυλέτας.
因为如果他很优秀,一旦需要向敌人冲锋,他通过鼓舞就能给前面的士兵注入力量;反之,如果遇到了需要撤退的时机,他通过明智的引导,自然就更有可能拯救同部落的战友。
§2.6οἱ μέντοι δεκάδαρχοι ἄρτιοι ὄντες πλείω ἴσα μέρη παρέχοιεν ἂν διαιρεῖν ἢ εἰ περιττοὶ εἶεν.
况且,十人队长的数目如果是偶数,就能比奇数提供更多均等划分的等份。
αὕτη δέ μοι ἡ τάξις ἀρέσκει διὰ τάδε, ὅτι πρῶτον μὲν οἱ πρωτοστάται πάντες ἄρχοντες γίγνονται· οἱ δʼ αὐτοὶ ἄνδρες ὅταν ἄρχωσι, μᾶλλόν πως οἴονται ἑαυτοῖς προσήκειν καλόν τι ποιεῖν ἢ ὅταν ἰδιῶται ὦσιν· ἔπειτα δὲ καὶ ὅταν πρακτέον τι ᾖ, τὸ παραγγέλλειν μὴ ἰδιώταις ἀλλʼ ἄρχουσι πολὺ ἁνυτικώτερον.
而这种队形之所以令我满意,原因如下:首先,最前列的人全部成了军官;而当这些人自己担任军官时,他们不知为何会比做普通士兵时更认为自己有责任做出高尚的行为;其次,在需要采取行动时,向军官而不是普通士兵传达命令要有效得多。
§2.7τεταγμένων γε μὴν οὕτω χρή, ὥσπερ καὶ τοῖς φυλάρχοις προαγορεύεται ἡ χώρα ὑπὸ τοῦ ἱππάρχου ἐν ᾗ ἑκάστῳ ἐλατέον, οὕτω καὶ τοῖς δεκαδάρχοις παρηγγέλθαι ὑπὸ τῶν φυλάρχων ὅπῃ πορευτέον ἑκάστῳ.
当他们这样排好队后,正如骑兵总监向各部落长宣布每个人应当骑行的区域一样,部落长也必须向十人队长下达每个人应当行进的路线。
οὕτω γὰρ προειρημένων πολὺ εὐτακτοτέρως ἂν ἔχοι ἢ εἰ ὥσπερ ἐκ θεάτρου ὡς ἂν τύχωσιν ἀπιόντες λυποῦσιν ἀλλήλους.
因为在这样预先宣布之后,他们的秩序要好得多,而不至于像刚从剧场出来的人那样,随性离去,互相妨碍。
§2.8καὶ μάχεσθαι δὲ μᾶλλον ἐθέλουσιν οἵ τε πρῶτοι, ἤν τι ἐκ τοῦ πρόσθεν προσπίπτῃ, ὅταν εἰδῶσιν ὅτι αὕτη ἡ χώρα αὐτῶν, καὶ οἱ τελευταῖοι, ἤν τι ὄπισθεν ἐπιφαίνηται, ἐπιστάμενοι ὅτι αἰσχρὸν λιπεῖν τὴν τάξιν.
而且,如果前面有任何突发情况,最前列的人因为知道这是他们自己的岗位,就会更愿意战斗;而如果后面有任何情况出现,最后列的人因为知道临阵脱逃是可耻的,也会同样更愿意战斗。
§2.9ἄτακτοι δʼ ὄντες ἀλλήλους μὲν ταράττουσι καὶ ἐν στεναῖς ὁδοῖς καὶ ἐν διαβάσεσι, τοῖς δὲ πολεμίοις οὐδεὶς ἑκὼν ἑαυτὸν τάττει μάχεσθαι.
但如果他们毫无秩序,就会在狭窄的道路和渡口互相混乱,而且在那种情况下,没有人会自愿排好队去与敌人作战。
καὶ ταῦτα μὲν δὴ πάντα ὑπάρχειν δεῖ ἐκπεπονημένα πᾶσι τοῖς ἱππεῦσιν, εἰ μέλλουσιν ἀπροφάσιστοι ἔσεσθαι συνεργοὶ τῷ ἡγουμένῳ.
这一切确实必须由所有骑兵彻底练熟,如果他们想要成为领袖无可推诿的得力助手。

词汇与语法注释

  1. 2.1ἢν δὲ δή σοι ταῦτα πάντα — 与格 σοι 起到伦理与格(ethical dative)或利益/所有格与格的作用,指代指挥官(“对你而言”或“在你指挥下”)。因此,“如果你的骑兵……”是最自然的解读。
  2. 2.1ᾗ τοίνυν χρώμενοι τάξει δοκοῦσιν ἄν μοι ταῦτα κάλλιστα διαπράττεσθαι, ταύτην — 关系代词吸引(relative attraction)结构,其中先行词 τάξει 被吸收到关系从句 ᾗ... χρώμενοι 中。主句中的指示代词 ταύτην 承接该结构。整体结构意为“他们使用何种队形最能美满地完成这些任务,我现在就(说明)这一队形”。
  3. 2.4τούς γε μὴν ἐν μέσῳ τῶν πρώτων καὶ τῶν τελευταίων — 句首的宾格短语是一个悬空宾格(accusativus pendens)结构。它引出句子的主题(“至于介于最前列和最后列之间的那些人”),随后由条件从句(εἰ... ἕλοιντο)和主句(οὕτως εἰκὸς...)来作具体说明。
  4. 2.5τὸν μέντοι ἀφηγούμενον — 此处的分词 ἀφηγούμενος(源自 ἀφηγέομαι “引导、先导”)在语境中并不是指通常的“最前列领队”,而是指位于一列最后端的军官(殿后者),他在撤退(ἀποχωρεῖν)等情况下负责“从后方引导队形”。
  5. 2.7τεταγμένων γε μὴν οὕτω — 属格独立分词(genitive absolute)结构,省略了被动分词 τεταγμένων 的逻辑主语(即骑兵们)。应理解为“当他们被这样排好队后”。

引用这一段

色诺芬, 骑兵队长论 §2.1-2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg012.humanitext-grc2:2.1-2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。