Humanitext Reader

クセノポン · 騎兵隊長について §3.1-3.14

祝祭での騎兵行列と公共空間での演習法

4 / 12 箇所 · ギリシア語

要旨

著者はアテナイの各公共空間における騎兵隊の見事なデモンストレーションの実施方法、神々への礼拝方法、および騎馬技術における安全かつ効果的な操縦方法について具体的に提案する。

§3.1τῶνδέ γε μὴν αὐτῷ ἤδη μέλειν δεῖ τῷ ἱππάρχῳ·
しかし今や、騎兵総監自身は次の事柄に心を用いなければならない。
πρῶτον μὲν ὅπως καλλιερήσει τοῖς θεοῖς ὑπὲρ τοῦ ἱππικοῦ, ἔπειτα ὅπως τὰς πομπὰς ἐν ταῖς ἑορταῖς ἀξιοθεάτους ποιήσει, ἔτι δὲ καὶ τἆλλα ὅσα ἐπιδεικνύναι δεῖ τῇ πόλει ὅπως ᾗ δυνατὸν κάλλιστα ἐπιδείξει, τά τε ἐν Ἀκαδημείᾳ καὶ τὰ ἐν Λυκείῳ καὶ τὰ Φαληροῖ καὶ τὰ ἐν τῷ ἱπποδρόμῳ.
第一に、神々に対して騎兵隊のためにどのように吉兆の犠牲を捧げるか、第二に、祝祭における行列をいかに見応えのあるものにするか、さらに、国家に対して披露すべきその他のすべてのデモンストレーションを、いかにして可能な限り見事に行うかである。 それらはアカデメイア、リュケイオン、ファレロン、そして競馬場でのものである。
καὶ ταῦτα μὲν ἄλλα ὑπομνήματα· ὡς δὲ τούτων ἕκαστα κάλλιστʼ ἂν πράττοιτο, νῦν αὐτὰ ταῦτα λέξω.
これらは別の覚書であるが、これらの一つひとつがいかにして最も見事に遂行されうるか、今まさにそれ自体を語ろう。
§3.2τὰς μὲν οὖν πομπὰς οἴομαι ἂν καὶ τοῖς θεοῖς κεχαρισμενωτάτας καὶ τοῖς θεαταῖς εἶναι εἰ, ὅσων ἱερὰ καὶ ἀγάλματα ἐν τῇ ἀγορᾷ ἐστι, ταῦτα ἀρξάμενοι ἀπὸ τῶν Ἑρμῶν κύκλῳ περιελαύνοιεν τιμῶντες τοὺς θεούς.
さて、市場に神殿や神像があるすべての神々に対し、ヘルメス柱像から始めて、神々を敬いつつ輪になって馬を乗り回すならば、その行列は神々にとっても最も喜ばしく、見物人にとっても最も喜ばしいものになると私は思う。
καὶ ἐν τοῖς Διονυσίοις δὲ οἱ χοροὶ προσεπιχαρίζονται ἄλλοις τε θεοῖς καὶ τοῖς δώδεκα χορεύοντες.
ディオニュシア祭においても、合唱隊は踊りながら、他の神々や十二神をさらに喜ばせている。
ἐπειδὰν δὲ πάλιν πρὸς τοῖς Ἑρμαῖς γένωνται περιεληλακότες, ἐντεῦθεν καλόν μοι δοκεῖ εἶναι κατὰ φυλὰς εἰς τάχος ἀνιέναι τοὺς ἵππους μέχρι τοῦ Ἐλευσινίου.
そして、彼らが巡回を終えて再びヘルメス柱像のところに戻ったとき、そこから部族ごとにエレウシニオンまで馬を全速力で走らせるのが見事であると私には思われる。
§3.3οὐδὲ δόρατα μὴν παραλείψω ὡς ἥκιστα ἂν ἀλλήλοις ἐπαλλάττοιτο.
また、槍についても、互いに最も重なり合わないようにする方法を省くつもりはない。
δεῖ γὰρ μεταξὺ τοῖν ὤτοιν τοῦ ἵππου ἕκαστον σχεῖν, εἰ μέλλει φοβερά τε καὶ εὐκρινῆ ἔσεσθαι καὶ ἅμα πολλὰ φανεῖσθαι.
槍が恐るべきものであり、かつ整然としており、同時に数多く見えるためには、各人が馬の二つの耳の間に槍を保持しなければならないからである。
§3.4ἐπειδὰν δὲ τῆς εἰς τάχος διελάσεως λήξωσι, τὴν ἄλλην καλὸν ἤδη σχέδην εἰς τὰ ἱερά, ᾗπερ καὶ πρόσθεν, διελαύνειν.
そして、全速力での駆け抜けが終わったなら、残りの道のりは、以前と同様に、神殿に向かってすでに並歩で乗り進めるのが見事である。
καὶ οὕτως ὅσα ἔστιν ἡδέα ἰδεῖν ἐν ἵππῳ ἀναβεβαμένῳ πάντα ἐπιδεδειγμένα ἔσται καὶ τοῖς θεοῖς καὶ τοῖς ἀνθρώποις.
このようにすれば、乗馬した馬において見るのに心地よいすべてのものが、神々に対しても人間に対してもことごとく披露されることになるだろう。
§3.5καὶ ὅτι μὲν ταῦτα οὐκ εἰθισμένοι ποιεῖν οἱ ἱππεῖς εἰσιν οἶδα·
騎兵たちがこれらのことを行う習慣がないことは私も知っている。
γιγνώσκω δὲ ὅτι ἀγαθὰ καὶ καλὰ καὶ τοῖς θεαταῖς ἡδέα ἔσται.
しかし、これが優れた、見事なことであり、見物人にとっても快いものになることを私は理解している。
αἰσθάνομαι δὲ καὶ ἄλλα ἀγωνίσματα τοὺς ἱππέας κεκαινουργηκότας, ἐπειδὴ οἱ ἵππαρχοι ἱκανοὶ ἐγένοντο πεῖσαι ἃ ἐβουλήθησαν.
また、騎兵総監たちが望むことを説得する能力を持っていたときには、騎兵たちが他にも新しい試みを導入してきたことを私は察知している。
§3.6ὅταν γε μὴν πρὸ τοῦ ἀκοντισμοῦ διελαύνωσιν ἐν Λυκείῳ, καλὸν ἑκατέρας τὰς πέντε φυλὰς ἐπὶ μετώπου ἐλαύνειν, ὥσπερ εἰς μάχην ἡγουμένου τοῦ ἱππάρχου καὶ τῶν φυλάρχων ἐν τοιαύτῃ τάξει ἀφʼ ἧς πληρώσεται τοῦ δρόμου τὸ πλάτος.
さらに、リュケイオンにおいて槍投げの前に乗り進めるときには、騎兵総監と各部族長が率いるなか、戦闘におけるかのように、二つの五部族群がそれぞれ横隊で、馬場の幅がいっぱいになるような隊形で進むのが見見事である。
§3.7ἐπειδὰν δʼ ὑπερβάλωσι τὸ κεφάλαιον τοῦ ἀντιπροσώπου θεάτρου, χρήσιμον ἂν οἴομαι φανῆναι καὶ εἰ καθʼ ὁπόσους μέτριον εἰς τὸ κάταντες δυναμένους ταχὺ ἐλαύνειν ἐπιδείξαις τοὺς ἱππέας.
そして、彼らが正面の劇場の頂を越えたとき、急斜面を速く駆け下りることができる適度な人数で、騎兵たちを披露するならば、それもまた有益に見えるであろうと私は思う。
§3.8οὐ μέντοι ἀγνοῶ ὅτι, ἢν μὲν πιστεύωσι δυνήσεσθαι ταχὺ ἐλαύνειν, πάνυ ἂν ἡδέως ἐπιδείξαιντο· ἢν δὲ ἀμελέτητοι ὦσιν, ὁρᾶν χρὴ ὅπως μὴ οἱ πολέμιοι αὐτοὺς τοῦτο δρᾶν ἀναγκάσουσιν.
しかしながら、もし彼らが速く走ることができると確信しているならば、非常に喜んで披露するであろうが、もし未訓練であるならば、敵が彼らにそれを無理やり行わせることのないよう注意しなければならないことは、私も十分に承知している。
§3.9ἔν γε μὴν ταῖς δοκιμασίαις ἡ μὲν τάξις εἴρηται μεθʼ ἧς ἂν κάλλιστα ἱππάζοιντο.
一方、審査においては、彼らが最も見事に乗馬できるような隊形についてはすでに述べた。
ἢν δὲ ὁ ἡγούμενος, ἤνπερ ἔχῃ δυνατὸν ἵππον, ἐν τῷ ἔξωθεν ἀεὶ στίχῳ περιφέρηται, οὕτως αὐτὸς μὲν ἀεὶ ταχὺ ἐλᾷ καὶ οἱ σὺν αὐτῷ ἔξωθεν γιγνόμενοι πάλιν αὖ ταχὺ ἐλῶσιν·
しかし、もし先導者が、有能な馬を持っているならば、常に最も外側の列を回るようにするならば、このようにして彼自身は常に速く走り、彼とともに外側に位置することになる者たちも、そのたびに速く走ることになる。
ὥστε ἡ μὲν βουλὴ ἀεὶ τὸ ταχὺ ἐλαυνόμενον θεάσεται, οἱ δὲ ἵπποι οὐκ ἀπεροῦσιν ἐν μέρει ἀναπαυόμενοι.
その結果、評議会は常に速く走っている様子を目にすることになり、馬たちも交代で休息することで疲弊することはない。
§3.10ὅταν γε μὴν ἐν τῷ ἱπποδρόμῳ ἡ ἐπίδειξις ᾖ, καλὸν μὲν οὕτω πρῶτον τάξασθαι ὡς ἂν ἐπὶ μετώπου ἐμπλήσαντες ἵππων τὸν ἱππόδρομον ἐξελάσειαν τοὺς ἐκ τοῦ μέσου ἀνθρώπους·
さらに、競馬場でのデモンストレーションにおいては、最初に、横隊で競馬場を馬で埋め尽くしたうえで、中央から人々を追い出すように整列するのが見事である。
§3.11καλὸν δʼ, ἐπεὶ αἱ φυλαὶ ἐν τῇ ἀνθιππασίᾳ φεύγουσί τε ἀλλήλας καὶ διώκουσι ταχέως, ὅταν οἱ ἵππαρχοι ἡγῶνται ταῖς πέντε φυλαῖς, ἑκατέρας διελαύνειν τὰς φυλὰς διʼ ἀλλήλων.
そして、対抗騎乗において部族たちが互いに逃げ、また素早く追跡し合うとき、騎兵総監たちが五つの部族を率いるならば、それぞれの部族群が互いの間を通り抜けて走るのが見事である。
ταύτης γὰρ τῆς θέας τό τε ἀντιμετώπους προσελαύνειν ἀλλήλοις γοργόν, τό τε διελάσαντας τὸν ἱππόδρομον ἀντίους πάλιν στῆναι ἀλλήλοις σεμνόν,
この見せ物においては、互いに正面から向き合って進むことが激しく、また競馬場を通り抜けた後に、再び互いに向き合って立つことが威厳に満ちているからである。
§3.12καὶ τὸ ὑπὸ σάλπιγγος αὖ τὸ δεύτερον θᾶττον ἐπελαύνειν καλόν.
さらに、トランペットの合図のもとで、二度目はより速く突撃するのが見事である。
στάντας δὲ ἤδη τὸ τρίτον αὖ ὑπὸ τῆς σάλπιγγος χρὴ τάχιστα ἀλλήλοις ἐπελαύνειν, καὶ διελάσαντας εἰς κατάλυσιν ἤδη ἐπὶ φάλαγγος ἅπαντας καταστάντας, ὥσπερ εἰώθατε, πρὸς τὴν βουλὴν προσελαύνειν.
そして、すでに立ち止まったならば、三度目は再びトランペットの合図のもとで、互いに最も速く突撃しなければならず、通り抜けた後は散会のために、すでに全員がファランクスのように整列して、あなた方が習慣としているように、評議会に向かって進まなければならない。
§3.13ταῦτά μοι δοκεῖ πολεμικώτερά τε φαίνεσθαι ἂν καὶ καινότερα.
これらのことは、私にはより実戦的であり、またより斬新に見えると思われる。
τὸ δὲ βραδύτερον μὲν τῶν φυλάρχων ἐλαύνειν, τὸν δʼ αὐτὸν τρόπον ἐκείνοις ἱππεύειν, οὐκ ἄξιον ἱππαρχίας.
部族長たちよりも遅く走り、彼らと同じやり方で乗馬することは、騎兵総監の職に値しない。
§3.14ὅταν γε μὴν ἐν τῷ ἐπικρότῳ ἐν Ἀκαδημέᾳ ἱππεύειν δέῃ, ἔχω τάδε παραινέσαι·
さらに、アカデメイアの固い地面において乗馬しなければならないときには、私は以下のことを勧める。
εἰς μὲν τὸ μὴ ἀποκρούεσθαι ἀπὸ τῶν ἵππων, ὑπτίους ἀναπεπτωκότας ἐλαύνειν, εἰς δὲ τὸ μὴ πίπτειν, τοὺς ἵππους ὑπολαμβάνειν ἐν ταῖς ἀναστροφαῖς.
馬から振り落とされないためには、仰向けに上体をそらして走ること、また転倒しないためには、旋回において馬を抑えることである。
τὰ μέντοι ὀρθὰ ταχὺ ἐλαύνειν χρή·
しかし、直線の区間は速く走らなければならない。
οὕτω γὰρ τὸ ἀσφαλὲς καὶ τὸ καλὸν θεάσεται ἡ βουλή.
このようにすれば、評議会は安全性と見事さの両方を目にすることになるからである。

語釈・文法注

  1. §3.1τῶνδέ γε μὴν αὐτῷ ἤδη μέλειν δεῖ τῷ ἱππάρχῳ — 属格 `τῶνδέ` は非人称動詞 `μέλειν` の目的語であり、与格 `αὐτῷ... τῷ ἱππάρχῳ` はその行為者を示す。`αὐτῷ` は `τῷ ἱππάρχῳ` を強調する同格の用法(「騎兵総監自身」)である。
  2. §3.2τὰς μὲν οὖν πομπὰς οἴομαι ἂν καὶ τοῖς θεοῖς κεχαρισμενωτάτας καὶ τοῖς θεαταῖς εἶναι εἰ... περιελαύνοιεν — 潜在的条件文の構造。条件節は `εἰ... περιελαύνοιεν`(希求法)、帰結節は動詞 `οἴομαι` の目的語となる対格不定詞句 `τὰς... πομπὰς... ἂν... εἶναι` である。小辞 `ἄν` は不定詞 `εἶναι` にかかり、直説法過去または希求法(ここでは希求法 `εἶεν ἄν`)の代用となっている。
  3. §3.4τὴν ἄλλην — 女性対格名詞 `ὁδόν`(道)の省略を伴う副詞的表現、あるいは前文の `διέλασιν` を受けた `πομπήν`(行列)の省略と考えられ、「残りの道を」「残りの行程を」を意味する。
  4. §3.11ἑκατέρας διελαύνειν τὰς φυλὰς διʼ ἀλλήλων — `ἑκατέρας τὰς φυλάς` は、アテナイの10部族が5部族ずつ2群に分かれたものの「それぞれの群」を指す。不定詞 `διελαύνειν` の意味上の主語であり、全体として「両方の群が互いの間を通り抜けて乗馬する」ことを意味する。
  5. §3.13ταῦτά μοι δοκεῖ πολεμικώτερά τε φαίνεσθαι ἂν καὶ καινότερα — `ἂν` は不定詞 `φαίνεσθαι` にかかり、直接法(直説法)では `ἂν φαίνοιτο`(〜のように見えるであろう)となる。`δοκεῖ` は `ταῦτα` を主語とする個人的な見解を示す。

この箇所を引用する

クセノポン, 騎兵隊長について §3.1-3.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0032.tlg012.humanitext-grc2:3.1-3.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。