§2.1ἢν δὲ δή σοι ταῦτα πάντα ἐξησκημένοι ὦσιν οἱ ἱππεῖς, δεῖ δήπου καὶ τάξιν τινὰ ἐπίστασθαι αὐτοὺς ἐξ ἧς καλλίστας μὲν θεοῖς πομπὰς πέμψουσι, κάλλιστα δὲ ἱππάσονται, ἄριστα δὲ μαχοῦνται, ἢν δέῃ, ῥᾷστα δὲ καὶ ἀταρακτότατα ὁδοὺς πορεύσονται καὶ διαβάσεις περάσουσιν.
もしあなたの騎兵たちがこれらすべての事柄を十分に訓練されているならば、彼らは当然、ある特定の隊形をも心得ていなければならない。 その隊形によって、彼らは神々に対して最も見事な行列を執り行い、最も見事に乗馬し、必要とあれば最も見事に戦い、そして最も容易かつ混乱なく道路を進み、渡河を通過することになるだろう。
ᾗ τοίνυν χρώμενοι τάξει δοκοῦσιν ἄν μοι ταῦτα κάλλιστα διαπράττεσθαι, ταύτην νῦν ἤδη πειράσομαι δηλοῦν.
したがって、彼らがどのような隊形を用いることで、これらのことを最も見事に成し遂げられると思われるか、今度はその隊形を明らかにすることを試みよう。
§2.2οὐκοῦν ὑπὸ μὲν τῆς πόλεως ὑπάρχουσι διῃρημέναι φυλαὶ δέκα.
さて、国家によってあらかじめ十の部族が分けられている。
τούτων δʼ ἐγώ φημι χρῆναι πρῶτον μὲν δεκαδάρχους σὺν τῇ τῶν φυλάρχων ἑκάστου γνώμῃ καταστῆσαι ἐκ τῶν ἀκμαζόντων τε καὶ φιλοτιμοτάτων καλόν τι ποιεῖν καὶ ἀκούειν·
私はこれらの部族から、まず第一に、各部族長の同意のもと、心身ともに全盛期にあり、また高潔な行いをして賞賛されることを最も強く望む者たちの中から、十人隊長たちを任命すべきであると主張する。
καὶ τούτους μὲν πρωτοστάτας δεῖ εἶναι.
そして、彼らが最前列の者にならなければならない。
§2.3μετὰ δὲ τούτους ἴσους χρὴ τούτοις ἀριθμὸν ἐκ τῶν πρεσβυτάτων τε καὶ φρονιμωτάτων ἑλέσθαι οἵτινες τελευταῖοι τῶν δεκάδων ἔσονται.
彼らの次には、十人隊の最後尾となる者たちを、最も年長で最も思慮深い者たちの中から、彼らと同数だけ選べきである。
εἰ γὰρ δεῖ καὶ ἀπεικάσαι, οὕτω καὶ σίδηρος μάλιστα διατέμνει σίδηρον, ὅταν τό τε ἡγούμενον τοῦ τομέως ἐρρωμένον ᾖ καὶ τὸ ἐπελαυνόμενον ἱκανόν.
もし比喩を用いることが許されるならば、切る道具の先端が頑丈であり、かつ後ろから押し進められる部分が十分であるときに、鉄が鉄を最もよく切るのと同じことだからである。
§2.4τούς γε μὴν ἐν μέσῳ τῶν πρώτων καὶ τῶν τελευταίων, εἰ οἱ δεκάδαρχοι ἐπιστάτας ἕλοιντο καὶ οἱ ἄλλοι ἐφέλοιντο, οὕτως εἰκὸς ἑκάστῳ πιστότατον τὸν ἐπιστάτην εἶναι.
一方、最前列と最後尾の間に位置する者たちについては、もし十人隊長たちがその後ろに付く者を選び、さらにその者たちが次を順次選んでいくならば、このようにして、各人にとってその後ろに付く者が最も信頼できる存在となるのが自然である。
§2.5τὸν μέντοι ἀφηγούμενον ἐκ παντὸς τρόπου δεῖ ἱκανὸν ἄνδρα καθιστάναι.
しかし、最後尾を導く者には、何としても有能な人物を据えなければならない。
ἀγαθὸς γὰρ ὤν, εἴτε ποτὲ δέοι ἐπὶ πολεμίους ἐλαύνειν, ἐγκελεύων ῥώμην ἂν ἐμβάλλοι τοῖς ἔμπροσθεν, εἴτʼ αὖ καὶ ἀποχωρεῖν καιρὸς συμβαίνοι, φρονίμως ἀφηγούμενος μᾶλλον ἄν, ὡς τὸ εἰκός, σῴζοι τοὺς φυλέτας.
なぜなら、その者が優秀であれば、敵に向かって進む必要があるときには、鼓舞することによって前列の者たちに活力を与えるだろうし、逆に退却すべき状況が生じたときには、賢明に後ろから導くことによって、当然ながら同部族の者たちをより確実に救うことができるからである。
§2.6οἱ μέντοι δεκάδαρχοι ἄρτιοι ὄντες πλείω ἴσα μέρη παρέχοιεν ἂν διαιρεῖν ἢ εἰ περιττοὶ εἶεν.
また、十人隊長たちの数が偶数であれば、奇数である場合よりも、均等に分割できる分け方が多くなる。
αὕτη δέ μοι ἡ τάξις ἀρέσκει διὰ τάδε, ὅτι πρῶτον μὲν οἱ πρωτοστάται πάντες ἄρχοντες γίγνονται·
この隊形が私を満足させる理由は以下の通りである。 第一に、最前列の者が全員、指揮官となることである。
οἱ δʼ αὐτοὶ ἄνδρες ὅταν ἄρχωσι, μᾶλλόν πως οἴονται ἑαυτοῖς προσήκειν καλόν τι ποιεῖν ἢ ὅταν ἰδιῶται ὦσιν·
同じ人間であっても、指揮官であるときには、一般の兵卒であるときよりも、自分が立派な行いをするのがふさわしいと幾分強く考えるものである。
ἔπειτα δὲ καὶ ὅταν πρακτέον τι ᾖ, τὸ παραγγέλλειν μὴ ἰδιώταις ἀλλʼ ἄρχουσι πολὺ ἁνυτικώτερον.
第二に、何事かを行わなければならないとき、一般の兵卒にではなく、指揮官たちに命令を下す方が、はるかに迅速に目的を達成できるからである。
§2.7τεταγμένων γε μὴν οὕτω χρή, ὥσπερ καὶ τοῖς φυλάρχοις προαγορεύεται ἡ χώρα ὑπὸ τοῦ ἱππάρχου ἐν ᾗ ἑκάστῳ ἐλατέον, οὕτω καὶ τοῖς δεκαδάρχοις παρηγγέλθαι ὑπὸ τῶν φυλάρχων ὅπῃ πορευτέον ἑκάστῳ.
このように整列したならば、ちょうど騎兵総監によって各部族長に対して各々の進むべき場所があらかじめ告げられているように、十人隊長たちに対してもまた、部族長たちによって各々の進むべき道が命令されていなければならない。
οὕτω γὰρ προειρημένων πολὺ εὐτακτοτέρως ἂν ἔχοι ἢ εἰ ὥσπερ ἐκ θεάτρου ὡς ἂν τύχωσιν ἀπιόντες λυποῦσιν ἀλλήλους.
このようにあらかじめ告げられていれば、劇場の出口から出ていく人々が偶然のなりゆきで退出し、互いに邪魔をし合うかのように進む場合よりも、はるかに規律が保たれるだろう。
§2.8καὶ μάχεσθαι δὲ μᾶλλον ἐθέλουσιν οἵ τε πρῶτοι, ἤν τι ἐκ τοῦ πρόσθεν προσπίπτῃ, ὅταν εἰδῶσιν ὅτι αὕτη ἡ χώρα αὐτῶν, καὶ οἱ τελευταῖοι, ἤν τι ὄπισθεν ἐπιφαίνηται, ἐπιστάμενοι ὅτι αἰσχρὸν λιπεῖν τὴν τάξιν.
また、前方に何か突発的な事態が起きたときには、最前列の者たちはそこが自分たちの場所であることを知っているがゆえに、より進んで戦おうとするし、後方に何かが現れたときには、最後尾の者たちは隊列を離れることが恥であることを知っているがゆえに、やはり進んで戦おうとする。
§2.9ἄτακτοι δʼ ὄντες ἀλλήλους μὲν ταράττουσι καὶ ἐν στεναῖς ὁδοῖς καὶ ἐν διαβάσεσι, τοῖς δὲ πολεμίοις οὐδεὶς ἑκὼν ἑαυτὸν τάττει μάχεσθαι.
しかし、秩序が乱れていれば、狭い道路や渡河の際にお互いを混乱させることになり、敵に対して進んで陣を整えて戦おうとする者は誰もいない。
καὶ ταῦτα μὲν δὴ πάντα ὑπάρχειν δεῖ ἐκπεπονημένα πᾶσι τοῖς ἱππεῦσιν, εἰ μέλλουσιν ἀπροφάσιστοι ἔσεσθαι συνεργοὶ τῷ ἡγουμένῳ.
そして、これらのことすべてが、すべての騎兵にとって徹底的に訓練されていなければならない。 それは彼らが、言い訳をすることなく先導者の忠実な協力者となるためである。