§1.16ὡς δʼ ἂν καὶ οἱ πόδες εἶεν τῷ ἵππῳ κράτιστοι, εἰ μέν τις ἄλλην ἔχει ῥᾴω καὶ εὐτελεστέραν ἄσκησιν, ἐκείνη ἔστω· εἰ δὲ μή, ἐγώ φημι χρῆναι πεῖραν ἔχων χύδην καταβαλόντα λίθους τῶν ἐκ τῆς ὁδοῦ ὅσον μνααίους καὶ πλέον καὶ μεῖον ἐν τούτοις τὸν ἵππον καὶ ψήχειν καὶ ἐνιστάναι ὅταν ἀπὸ τῆς φάτνης ἀποβῇ· βαδίζων γὰρ ἐν τοῖς λίθοις οὔποτε ὁ ἵππος παύσεται οὔθʼ ὅταν ψήχηται οὔθʼ ὅταν μυωπίζηται.
为了使马蹄最为强壮,如果有人有其他更简便、更省钱的训练方法,就用那种方法;否则,我根据经验认为,应当将路边重约一米纳(或多或少)的石头堆积起来,当马离开马槽时,让它站在这些石头上,并在那儿为它刷洗;因为马在石头上行走,无论是在被刷洗时,还是在被牛虻叮咬时,都绝不会停止动脚。
ὁ δὲ πειραθεὶς τά τε ἄλλα ἃ λέγω πιστεύσει καὶ στρογγύλους τοὺς πόδας τοῦ ἵππου ὄψεται.
凡尝试过的人,都会相信我所说的其他话,并会看到马蹄变得圆润。
§1.17ὁπότε γε μὴν οἱ ἵπποι εἰσὶν οἵους δεῖ, ὡς ἂν αὐτοὶ οἱ ἱππεῖς ἄριστοι γίγνοιντο, τοῦτο διηγήσομαι.
当马匹具备应有状态时,接下来我将说明如何使骑兵自身变得最优秀。
τὸ μὲν τοίνυν τοὺς νέους αὐτῶν ἀναπηδᾶν ἐπὶ τοὺς ἵππους πείθοιμεν ἂν αὐτοὺς μανθάνειν· τὸν διδάξοντα δὲ παρασχὼν ἐπαίνου δικαίως ἂν τυγχάνοις.
首先,我们应当说服其中的年轻人学会跃上马背;如果你提供教导他们的人,你理应获得赞赏。
τούς γε μὴν πρεσβυτέρους τὸν Περσικὸν τρόπον ἀναβάλλεσθαι ὑπʼ ἄλλων προσεθίσας καὶ τούτους ὠφελήσαις ἄν.
至于年长者,如果你让他们习惯于由他人按波斯式扶送上马,你也会对他们有所帮助。
§1.18ὅπως γε μὴν ἐν παντοδαποῖς χωρίοις ἔποχοι οἱ ἱππεῖς δυνήσονται εἶναι, τὸ μὲν πυκνὰ ἐξάγειν μὴ πολέμου ὄντος ἴσως ὀχληρόν· συγκαλέσαντα δὲ χρὴ τοὺς ἱππέας συμβουλεῦσαι αὐτοῖς μελετᾶν, καὶ ὅταν εἰς χώραν ἐλαύνωσι καὶ ὅταν ἄλλοσέ ποι, ἐκβιβάζοντας τῶν ὁδῶν καὶ ταχὺ ἐλαύνοντας ἐν τόποις παντοδαποῖς.
为了使骑兵能够在各种地形上熟练骑行,在没有战争时频繁带他们进行野外演练或许是令人厌烦的;但你应当召集骑兵,建议他们自我练习,无论是在他们骑行去郊外还是去其他地方时,都要离开道路,在各种地形上快速骑行。
τοῦτο γὰρ ὠφελεῖ μὲν παραπλησίως τῷ ἐξάγειν, ὄχλον δʼ οὐχ ὁμοίως παρέχει.
因为这与带他们出去演练具有相似的效果,但不会带来同样的麻烦。
§1.19ἐπιτήδειον δὲ ὑπομιμνῄσκειν ὅτι καὶ ἡ πόλις ἀνέχεται δαπανῶσα εἰς τὸ ἱππικὸν ἐγγὺς τετταράκοντα τάλαντα τοῦ ἐνιαυτοῦ, ὡς ἢν πόλεμος γίγνηται, μὴ ζητεῖν δέῃ ἱππικόν, ἀλλʼ ἐξ ἑτοίμου ἔχῃ παρεσκευασμένῳ χρῆσθαι.
此外,适宜提醒他们,城邦每年甘愿为骑兵队花费近四十个塔兰同,以便在战争发生时,无需临时寻找骑兵,而是能立即使用准备就绪的骑兵。
ταῦτα γὰρ ἐνθυμουμένους εἰκὸς καὶ τοὺς ἱππέας μᾶλλον ἂν ἀσκεῖν τὴν ἱππικήν, ὅπως, ἢν πόλεμος ἐγείρηται, μὴ ἀμελετήτους ὄντας ἀγωνίζεσθαι δέῃ περί τε τῆς πόλεως καὶ περὶ εὐκλείας καὶ περὶ τῆς ψυχῆς.
因为想到这些,骑兵们自然会更加努力地训练骑术,以便在战争爆发时,不至于在毫无准备的情况下,为城邦、荣誉和生命而战。
§1.20ἀγαθὸν δὲ καὶ τοῦτο προειπεῖν τοῖς ἱππεῦσιν, ὅτι ἐξάξεις ποτὲ καὶ σὺ αὐτοὺς καὶ διὰ παντοίων χωρίων ἡγήσῃ.
向骑兵们预先宣布你有时也会亲自带他们出去,并引导他们穿过各种地形,这也是件好事。
καὶ ἐν ταῖς μελέταις δὲ ταῖς πρὸ τῆς ἀνθιππασίας καλὸν ἐξάγειν ἄλλοτʼ εἰς ἀλλοῖον τόπον· καὶ γὰρ τοῖς ἱππεῦσι καὶ τοῖς ἵπποις βέλτιον.
在模拟骑兵战前的练习中,时而带他们去不同的地方也是极好的;因为这对骑兵和马匹都更为有利。
§1.21ἀκοντίζειν γε μὴν ἀπὸ τῶν ἵππων ὧδʼ ἂν πλεῖστοι μοι δοκοῦσι μελετᾶν, εἰ τοῦτʼ αὖ προείποις τοῖς φυλάρχοις, ὅτι αὐτοὺς δεήσει ἡγουμένους τοῖς τῆς φυλῆς ἀκοντισταῖς ἐλαύνειν ἐπὶ τὸ ἀκόντιον.
此外,在我看来,如果你反过来向部落长们预先宣布,他们必须亲自率领本部落的投枪手冲向目标投枪,那么会有极多的人练习在马上投枪。
φιλοτιμοῖντο γὰρ ἄν, ᾗ τὸ εἰκός, ὡς πλείστους ἕκαστος ἀποδεῖξαι ἀκοντιστὰς τῇ πόλει.
因为他们自然会竞相争胜,每个人都渴望为城邦展示出自己部落中尽可能多的优秀投枪手。
§1.22ἀλλὰ μὴν καὶ τοῦ καλῶς γε ὁπλισθῆναι τοὺς ἱππέας οἱ φύλαρχοι ἄν μοι δοκοῦσι μέγιστον συλλαμβάνειν, εἰ πεισθείησαν ὅτι πολύ ἐστι πρὸς τῆς πόλεως εὐδοξότερον τῇ τῆς φυλῆς λαμπρότητι κεκοσμῆσθαι ἢ μόνον τῇ ἑαυτῶν στολῇ.
再者,如果部落长们被说服,相信比起仅靠他们个人的装束,因整个部落的辉煌而得到装饰对城邦来说要光荣得多,那么我认为他们会为骑兵装备精良提供最大的助力。
§1.23εἰκὸς δὲ μὴ δυσπείστους εἶναι αὐτοὺς τὰ τοιαῦτα, οἵ γε φυλαρχεῖν ἐπεθύμησαν δόξης καὶ τιμῆς ὀρεγόμενοι, δυνατοὶ δʼ εἰσὶ τὰ ἐν τῷ νόμῳ πορίσαι καὶ ἄνευ τοῦ αὐτοὶ δαπανᾶν τῷ μισθῷ ἐπαναγκάζοντες κατὰ τὸν νόμον ὁπλίζεσθαι.
而且他们在这些事情上应当是不难被说服的,因为他们是出于对名声和荣誉的渴望才渴望担任部落长的;他们也有能力提供法律所要求的东西,无需自己掏腰包,而是依法利用津贴强迫部下装备武器。
§1.24εἴς γε μὴν τὸ εὐπειθεῖς εἶναι τοὺς ἀρχομένους μέγα μὲν τὸ λόγῳ διδάσκειν ὅσα ἀγαθὰ ἔνι ἐν τῷ πειθαρχεῖν, μέγα δὲ καὶ τὸ ἔργῳ πλεονεκτεῖν μὲν ποιεῖν τοὺς εὐτάκτους, μειονεκτεῖν δὲ ἐν πᾶσι τοὺς ἀτακτοῦντας.
至于使下属顺从,通过言语教导顺从中有多少好处大有裨益,而在实际行动中,使遵守秩序者获得优待、使扰乱秩序者在一切事上处于劣势,也同样大有裨益。
§1.25ἰσχυροτάτη δέ μοι δοκεῖ εἶναι παρόρμησις τῶν φυλάρχων εἰς τὸ φιλοτιμεῖσθαι αὐτοὺς καλῶς παρεσκευασμένης ἕκαστον τῆς φυλῆς ἡγεῖσθαι, εἰ τοὺς ἀμφὶ σὲ προδρόμους κοσμήσαις μὲν ὅπλοις ὡς κάλλιστα, ἀκοντίζειν δὲ μελετᾶν ἐξαναγκάσαις ὡς μάλιστα, ἡγοῖο δὲ αὐτοῖς ἐπὶ τὸ ἀκόντιον αὐτὸς εὖ μάλα μεμελετηκώς.
在促使部落长竞相以装备精良的状态率领各自部落这件事上,我认为最强有力的激励是:如果你将自己身边的前锋骑兵装备得尽可能美观,并最大限度地强迫他们练习投枪,而你自己也经过了极好的练习,亲自率领他们冲向目标。
§1.26εἰ δὲ καὶ ἆθλά τις δύναιτο προτιθέναι ταῖς φυλαῖς πάντων ὁπόσα ἀγαθὰ νομίζουσιν ἀσκεῖσθαι ἐν ταῖς θέαις ὑπὸ τοῦ ἱππικοῦ, τοῦτο πάντας οἶμαι Ἀθηναίους γε μάλιστʼ ἂν προτρέπειν εἰς φιλονικίαν.
如果有人还能在骑兵队演武中,为各部落设置各种被认为应当演练的好项目的奖赏,我认为这尤其能激发所有雅典人的竞争心。
δῆλον δὲ τοῦτο καὶ ἐν τοῖς χοροῖς, ὡς μικρῶν ἄθλων ἕνεκεν πολλοὶ μὲν πόνοι, μεγάλαι δὲ δαπάναι τελοῦνται.
这在合唱队比赛中也是显而易见的,为了微小的奖赏,人们付出了许多劳苦,花费了巨大的开支。
τοὺς μέντοι κριτὰς τοιούτους δεῖ εὑρίσκειν παρʼ οἷς νικῶντες μάλιστʼ ἂν ἀγάλλοιντο.
不过,你必须找到这样一些裁判,在他们面前获胜会使获胜者感到最为自豪。