Humanitext Reader

クセノポン · 騎兵隊長について §1.16-1.26

馬蹄の鍛錬と騎兵の訓練および競争の奨励

2 / 12 箇所 · ギリシア語

要旨

馬の蹄を強化する具体的な実践方法と、騎兵個人の乗馬・槍投げ訓練の勧め、さらには部族長を巻き込んで競争心や褒賞を活用し、騎兵隊全体の士気と武装を向上させるための方策を説く。

§1.16ὡς δʼ ἂν καὶ οἱ πόδες εἶεν τῷ ἵππῳ κράτιστοι, εἰ μέν τις ἄλλην ἔχει ῥᾴω καὶ εὐτελεστέραν ἄσκησιν, ἐκείνη ἔστω·
馬の足(蹄)を最も頑丈にするために、もし誰か他により簡単で費用の安く済む方法(訓練)を知っているなら、それを用いればよい。
εἰ δὲ μή, ἐγώ φημι χρῆναι πεῖραν ἔχων χύδην καταβαλόντα λίθους τῶν ἐκ τῆς ὁδοῦ ὅσον μνααίους καὶ πλέον καὶ μεῖον ἐν τούτοις τὸν ἵππον καὶ ψήχειν καὶ ἐνιστάναι ὅταν ἀπὸ τῆς φάτνης ἀποβῇ·
そうでないなら、私は経験に基づいて、道端の石で1ミナ前後の重さのものを、どっさりと敷き詰め、飼い葉桶から出るときに、その上で馬の体をこすってやり、またそこに立たせておくべきだと言う。
βαδίζων γὰρ ἐν τοῖς λίθοις οὔποτε ὁ ἵππος παύσεται οὔθʼ ὅταν ψήχηται οὔθʼ ὅταν μυωπίζηται.
なぜなら、石の上を歩くことで、体をこすられているときも、アブなどに刺されているときも、馬は足を動かすのを休めることがないからである。
ὁ δὲ πειραθεὶς τά τε ἄλλα ἃ λέγω πιστεύσει καὶ στρογγύλους τοὺς πόδας τοῦ ἵππου ὄψεται.
これを試した者は、私が言う他の事柄も信じるようになり、また馬の蹄が丸くなるのを目にするであろう。
§1.17ὁπότε γε μὴν οἱ ἵπποι εἰσὶν οἵους δεῖ, ὡς ἂν αὐτοὶ οἱ ἱππεῖς ἄριστοι γίγνοιντο, τοῦτο διηγήσομαι.
馬たちがしかるべき状態にあるとき、今度は騎兵たち自身が最も優秀になるにはどうすればよいか、これを説明しよう。
τὸ μὲν τοίνυν τοὺς νέους αὐτῶν ἀναπηδᾶν ἐπὶ τοὺς ἵππους πείθοιμεν ἂν αὐτοὺς μανθάνειν·
まず、若者たちには馬に飛び乗ることを学ぶよう説得するべきである。
τὸν διδάξοντα δὲ παρασχὼν ἐπαίνου δικαίως ἂν τυγχάνοις.
指導する者を提供すれば、あなたは当然の称賛を得るであろう。
τούς γε μὴν πρεσβυτέρους τὸν Περσικὸν τρόπον ἀναβάλλεσθαι ὑπʼ ἄλλων προσεθίσας καὶ τούτους ὠφελήσαις ἄν.
年長者たちには、ペルシア式に他人に押し上げてもらうことに慣れさせれば、彼らをも助けることになるだろう。
§1.18ὅπως γε μὴν ἐν παντοδαποῖς χωρίοις ἔποχοι οἱ ἱππεῖς δυνήσονται εἶναι, τὸ μὲν πυκνὰ ἐξάγειν μὴ πολέμου ὄντος ἴσως ὀχληρόν·
騎兵たちがあらゆる土地でしっかりと乗馬できるようになるために、戦争でないときに頻繁に野外へ連れ出すのはおそらく煩わしいことだろう。
συγκαλέσαντα δὲ χρὴ τοὺς ἱππέας συμβουλεῦσαι αὐτοῖς μελετᾶν, καὶ ὅταν εἰς χώραν ἐλαύνωσι καὶ ὅταν ἄλλοσέ ποι, ἐκβιβάζοντας τῶν ὁδῶν καὶ ταχὺ ἐλαύνοντας ἐν τόποις παντοδαποῖς.
だから、騎兵たちを招集して、郊外へ馬を走らせるときも、他のどこかへ行くときも、道路を外れて様々な地形で速い速度で走る練習をするよう勧めるのがよい。
τοῦτο γὰρ ὠφελεῖ μὲν παραπλησίως τῷ ἐξάγειν, ὄχλον δʼ οὐχ ὁμοίως παρέχει.
なぜなら、これは野外へ連れ出すのと同様の効果がありながら、同じような煩わしさをもたらさないからである。
§1.19ἐπιτήδειον δὲ ὑπομιμνῄσκειν ὅτι καὶ ἡ πόλις ἀνέχεται δαπανῶσα εἰς τὸ ἱππικὸν ἐγγὺς τετταράκοντα τάλαντα τοῦ ἐνιαυτοῦ, ὡς ἢν πόλεμος γίγνηται, μὴ ζητεῖν δέῃ ἱππικόν, ἀλλʼ ἐξ ἑτοίμου ἔχῃ παρεσκευασμένῳ χρῆσθαι.
また、国家が騎兵隊のために年間40タラントン近くの費用を惜しまず費やしていることを彼らに思い起こさせるのが適切である。 それは、もし戦争が起きたときに騎兵隊を探し求める必要がなく、準備の整った騎兵隊をすぐに使用できるようにするためである。
ταῦτα γὰρ ἐνθυμουμένους εἰκὸς καὶ τοὺς ἱππέας μᾶλλον ἂν ἀσκεῖν τὴν ἱππικήν, ὅπως, ἢν πόλεμος ἐγείρηται, μὴ ἀμελετήτους ὄντας ἀγωνίζεσθαι δέῃ περί τε τῆς πόλεως καὶ περὶ εὐκλείας καὶ περὶ τῆς ψυχῆς.
なぜなら、これらのことを心に留めれば、騎兵たちもいっそう乗馬の訓練に励むようになるのが自然だからであり、それは戦争が勃発したときに、未熟なままで国家と自らの名誉、そして命を賭けて戦う必要がなくなるためである。
§1.20ἀγαθὸν δὲ καὶ τοῦτο προειπεῖν τοῖς ἱππεῦσιν, ὅτι ἐξάξεις ποτὲ καὶ σὺ αὐτοὺς καὶ διὰ παντοίων χωρίων ἡγήσῃ.
騎兵たちに、「いつか自分が彼らを率いて演習に連れ出し、あらゆる地形を先導するつもりだ」とあらかじめ予告しておくことも良い。
καὶ ἐν ταῖς μελέταις δὲ ταῖς πρὸ τῆς ἀνθιππασίας καλὸν ἐξάγειν ἄλλοτʼ εἰς ἀλλοῖον τόπον·
模擬騎馬戦の前の訓練の際にも、時折異なる場所に連れ出すのが良い。
καὶ γὰρ τοῖς ἱππεῦσι καὶ τοῖς ἵπποις βέλτιον.
それは騎兵にとっても馬にとっても、より好ましいからである。
§1.21ἀκοντίζειν γε μὴν ἀπὸ τῶν ἵππων ὧδʼ ἂν πλεῖστοι μοι δοκοῦσι μελετᾶν, εἰ τοῦτʼ αὖ προείποις τοῖς φυλάρχοις, ὅτι αὐτοὺς δεήσει ἡγουμένους τοῖς τῆς φυλῆς ἀκοντισταῖς ἐλαύνειν ἐπὶ τὸ ἀκόντιον.
また、馬の上から槍を投げる訓練をできるだけ多くの者にさせるには、今度は部族長たちに、「彼ら自身が部族の槍投げ兵たちを率いて、標的へと馬を走らせる必要がある」とあらかじめ告げておけばよいと私には思われる。
φιλοτιμοῖντο γὰρ ἄν, ᾗ τὸ εἰκός, ὡς πλείστους ἕκαστος ἀποδεῖξαι ἀκοντιστὰς τῇ πόλει.
なぜなら、彼らは当然のこととして競い合い、各々が自分の部族からできるだけ多くの優れた槍投げ兵を国家に示すよう努めるだろうからである。
§1.22ἀλλὰ μὴν καὶ τοῦ καλῶς γε ὁπλισθῆναι τοὺς ἱππέας οἱ φύλαρχοι ἄν μοι δοκοῦσι μέγιστον συλλαμβάνειν, εἰ πεισθείησαν ὅτι πολύ ἐστι πρὸς τῆς πόλεως εὐδοξότερον τῇ τῆς φυλῆς λαμπρότητι κεκοσμῆσθαι ἢ μόνον τῇ ἑαυτῶν στολῇ.
さらに、騎兵たちに立派な武装をさせることについても、もし部族長たちが、「自分たち自身の衣服だけで飾るよりも、部族全体の輝かしさによって装飾されることの方が、国家にとってはるかに名誉あることだ」と納得するならば、彼らが最大の助けとなりうると私は考える。
§1.23εἰκὸς δὲ μὴ δυσπείστους εἶναι αὐτοὺς τὰ τοιαῦτα, οἵ γε φυλαρχεῖν ἐπεθύμησαν δόξης καὶ τιμῆς ὀρεγόμενοι, δυνατοὶ δʼ εἰσὶ τὰ ἐν τῷ νόμῳ πορίσαι καὶ ἄνευ τοῦ αὐτοὶ δαπανᾶν τῷ μισθῷ ἐπαναγκάζοντες κατὰ τὸν νόμον ὁπλίζεσθαι.
名声や名誉を求めて部族長となることを切望した彼らであれば、そのような事柄については説得しにくくはないはずである。 彼らには法律で定められたものを手配する能力があり、自ら費用を負担することなく、法に従って手当によって武装するよう強制することができる。
§1.24εἴς γε μὴν τὸ εὐπειθεῖς εἶναι τοὺς ἀρχομένους μέγα μὲν τὸ λόγῳ διδάσκειν ὅσα ἀγαθὰ ἔνι ἐν τῷ πειθαρχεῖν, μέγα δὲ καὶ τὸ ἔργῳ πλεονεκτεῖν μὲν ποιεῖν τοὺς εὐτάκτους, μειονεκτεῖν δὲ ἐν πᾶσι τοὺς ἀτακτοῦντας.
部下たちを従順にさせることに関しては、服従することの中にどれほどの善があるかを言葉で教えることも大いに有効であり、また実行において、秩序を守る者には優遇を与え、秩序を乱す者にはあらゆる面で不利益を被らせるようにすることも大いに有効である。
§1.25ἰσχυροτάτη δέ μοι δοκεῖ εἶναι παρόρμησις τῶν φυλάρχων εἰς τὸ φιλοτιμεῖσθαι αὐτοὺς καλῶς παρεσκευασμένης ἕκαστον τῆς φυλῆς ἡγεῖσθαι, εἰ τοὺς ἀμφὶ σὲ προδρόμους κοσμήσαις μὲν ὅπλοις ὡς κάλλιστα, ἀκοντίζειν δὲ μελετᾶν ἐξαναγκάσαις ὡς μάλιστα, ἡγοῖο δὲ αὐτοῖς ἐπὶ τὸ ἀκόντιον αὐτὸς εὖ μάλα μεμελετηκώς.
各部族長が、自分の部族を立派に整えて率いることを競い合うようになるための、最も強力な刺激は以下のようなものだと私は考える。 もしあなたが自分の周りの前衛兵たちをできるだけ見事に武装させ、槍を投げる訓練を最大限強制し、そしてあなた自身も十分によく訓練を積んだ上で、彼らを率いて標的へと向かうことである。
§1.26εἰ δὲ καὶ ἆθλά τις δύναιτο προτιθέναι ταῖς φυλαῖς πάντων ὁπόσα ἀγαθὰ νομίζουσιν ἀσκεῖσθαι ἐν ταῖς θέαις ὑπὸ τοῦ ἱππικοῦ, τοῦτο πάντας οἶμαι Ἀθηναίους γε μάλιστʼ ἂν προτρέπειν εἰς φιλονικίαν.
もしさらに、騎兵隊による観閲式において訓練されるべき良いとされるあらゆる事柄について、各部族に賞を提示することができるなら、このことは、すべてのアテナイ人を大いに競争へと駆り立てるだろうと私は考える。
δῆλον δὲ τοῦτο καὶ ἐν τοῖς χοροῖς, ὡς μικρῶν ἄθλων ἕνεκεν πολλοὶ μὲν πόνοι, μεγάλαι δὲ δαπάναι τελοῦνται.
これは合唱隊の競演においても明らかであり、小さな賞のために、多くの労苦と多大な費用が費やされている。
τοὺς μέντοι κριτὰς τοιούτους δεῖ εὑρίσκειν παρʼ οἷς νικῶντες μάλιστʼ ἂν ἀγάλλοιντο.
ただし、審判としては、そこで勝利した者が最も誇りに思うような、しかるべき人々を見つけなければならない。

語釈・文法注

  1. 1.16ὡς δʼ ἂν καὶ οἱ πόδες εἶεν — 接続詞 ὡς ἄν に希求法(εἶεν)が伴う形で目的(〜となるように)を表す。古典期アッティカ散文において ὡς ἄν + 希求法による目的表現は比較的珍しい用法である。
  2. 1.16πεῖραν ἔχων — 「実際に試した上で」あるいは「経験を持っているので」という手段や理由を表す主格分詞。直後に現れる対格分詞 καταβαλόντα は不定法 χρῆναι の意味上の主語(一般論としての行為者)にかかる。
  3. 1.19ἀνέχεται δαπανῶσα — 動詞 ἀνέχομαι(耐える、許容する)は、補足分詞(ここでは δαπανῶσα)を伴って「進んで費用を支出する」「(支出を)惜しまない」という意味を表す。
  4. 1.23τῷ μισθῷ ἐπαναγκάζοντες — 手段の与格 τῷ μισθῷ は「(国家から支給される)手当をもって」の意。分詞 ἐπαναγκάζοντες は、部族長が私財を投じることなく、隊員に支給される給与を利用して武具を整えさせる方法を指している。

この箇所を引用する

クセノポン, 騎兵隊長について §1.16-1.26. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0032.tlg012.humanitext-grc2:1.16-1.26

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。