Humanitext Reader

色诺芬 · 岁入论 §5.1-5.13

通过维持和平确保财源与设立和平守护官

第 8 段,共 9 段 · 希腊语

内容简介

作者建议通过保持和平并设立“和平守护官”来确保国家的所有收入,并结合历史实例论证,和平而非战争才是雅典实现繁荣及重新夺回霸权的最有效途径。

§5.1εἰ δὲ σαφὲς δοκεῖ εἶναι ὡς, εἰ μέλλουσι πᾶσαι αἱ πρόσοδοι ἔκπλεῳ προσιέναι, ὅτι εἰρήνην δεῖ ὑπάρχειν, ἆρʼ οὐκ ἄξιον καὶ εἰρηνοφύλακας καθιστάναι;
如果,为了使所有的收入都能充分地进来,和平是必不可少的,这一观点似乎是显而易见的,那么设立“和平守护官”不也是值得的吗?
πολὺ γὰρ ἂν καὶ αὕτη αἱρεθεῖσα ἡ ἀρχὴ προσφιλεστέραν καὶ οἰκειοτέραν εἰσαφικνεῖσθαι πᾶσιν ἀνθρώποις ποιήσειε τὴν πόλιν.
因为一旦选出这一官职,它将使雅典城对于所有人来说,成为一个更加可爱、更乐于造访的地方。
§5.2εἰ δέ τινες οὕτω γιγνώσκουσιν, ὡς ἐὰν ἡ πόλις εἰρήνην ἄγουσα διατελῇ, ἀδυνατωτέρα τε καὶ ἀδοξοτέρα καὶ ἧττον ὀνομαστὴ ἐν τῇ Ἑλλάδι ἔσται, καὶ οὗτοί γε ὡς ἐμῇ δόξῃ παραγγέλλω σκοποῦσιν.
如果有人这样认为,即如果国家继续保持和平,它在希腊就会变得更加软弱、更无名望、更不著名,那么在我的心目中,这些人也看错了。
εὐδαιμονέσταται μὲν γὰρ δήπου πόλεις λέγονται, αἳ ἂν πλεῖστον χρόνον ἐν εἰρήνῃ διατελῶσι· πασῶν δὲ πόλεων Ἀθῆναι μάλιστα πεφύκασιν ἐν εἰρήνῃ αὔξεσθαι.
因为人们常说,最幸福的国家是那些保持和平时间最长的国家;而在所有的国家中,雅典天生最适合在和平中成长。
§5.3τίνες γὰρ ἡσυχίαν ἀγούσης τῆς πόλεως οὐ προσδέοιντʼ ἂν αὐτῆς ἀρξάμενοι ἀπὸ ναυκλήρων καὶ ἐμπόρων;
因为当国家保持平稳时,从船主和商人开始,谁不需要雅典呢?
οὐχ οἱ πολύσιτοι, οὐχ οἱ πολύοινοι;
难道不是那些拥有大量粮食的人、拥有大量美酒的人吗?
τί δὲ οἱ πολυέλαιοι, τί δὲ οἱ πολυπρόβατοι, οἱ δὲ γνώμῃ καὶ ἀργυρίῳ δυνάμενοι χρηματίζεσθαι;
那么那些拥有大量橄榄油的人、拥有大量羊群的人,以及那些能够凭借智慧和资金进行商贸的人呢?
§5.4καὶ μὴν χειροτέχναι τε καὶ σοφισταὶ καὶ φιλόσοφοι, οἱ δὲ ποιηταί, οἱ δὲ τὰ τούτων μεταχειριζόμενοι, οἱ δὲ ἀξιοθεάτων ἢ ἀξιακούστων ἱερῶν ἢ ὁσίων ἐπιθυμοῦντες;
此外,还有手工业者、智者、哲学家、诗人,以及那些从事他们作品相关行业的人,还有那些渴望看到或听到值得观赏或聆听的神圣仪式和神圣事物的人呢?
ἀλλὰ μὴν καὶ οἱ δεόμενοι πολλὰ ταχὺ ἀποδίδοσθαι ἢ πρίασθαι ποῦ τούτων μᾶλλον ἂν τύχοιεν ἢ Ἀθήνησιν;
再者,那些需要快速卖出或买入许多东西的人,除了在雅典,还能在哪里更好地得到这些呢?
§5.5εἰ δὲ πρὸς ταῦτα μὲν οὐδεὶς ἀντιλέγει, τὴν δὲ ἡγεμονίαν βουλόμενοί τινες ἀναλαβεῖν τὴν πόλιν, ταύτην διὰ πολέμου μᾶλλον ἢ διʼ εἰρήνης ἡγοῦνται ἂν καταπραχθῆναι, ἐννοησάτωσαν πρῶτον μὲν τὰ Μηδικά, πότερον βιαζόμενοι ἢ εὐεργετοῦντες τοὺς Ἕλληνας ἡγεμονίας τε τοῦ ναυτικοῦ καὶ ἑλληνοταμιείας ἐτύχομεν.
如果对这些没有人反对,但有些希望国家重新夺回霸权的人,认为这通过战争比通过和平更容易实现,那么让他们首先想一想希波战争,我们获得海上霸权和同盟金库财务官的职位,是因为强迫了希腊人,还是因为对他们施加了恩惠。
§5.6ἔτι δὲ ἐπεὶ ὠμῶς ἄγαν δόξασα προστατεύειν ἡ πόλις ἐστερήθη τῆς ἀρχῆς, οὐ καὶ τότε, ἐπεὶ τοῦ ἀδικεῖν ἀπεσχόμεθα, πάλιν ὑπὸ τῶν νησιωτῶν ἑκόντων προστάται τοῦ ναυτικοῦ ἐγενόμεθα;
此外,当国家因为被认为统治过于残酷而被剥夺了统治权之后,在我们克制自己不作不义之事的时候,难道不也是因为岛国居民们自愿渴望,而使我们再次成为海上盟主的吗?
§5.7οὔκουν καὶ Θηβαῖοι εὐεργετούμενοι ἡγεμονεύειν αὑτῶν ἔδωκαν Ἀθηναίοις;
难道底比斯人不是因为受到了恩惠,而将他们的领导权交给了雅典人吗?
ἀλλὰ μὴν καὶ Λακεδαιμόνιοι οὐ βιασθέντες ὑφʼ ἡμῶν ἀλλʼ εὖ πάσχοντες ἐπέτρεψαν Ἀθηναίοις περὶ τῆς ἡγεμονίας θέσθαι ὅπως βούλοιντο.
此外,拉刻代蒙人也不是被我们强迫,而是因为受到了优待,才允许雅典人按照自己的意愿来安排关于霸权的事宜。
§5.8νῦν δέ γε διὰ τὴν ἐν τῇ Ἑλλάδι ταραχὴν παραπεπτωκέναι μοι δοκεῖ τῇ πόλει ὥστε καὶ ἄνευ πόνων καὶ ἄνευ κινδύνων καὶ ἄνευ δαπάνης ἀνακτᾶσθαι τοὺς Ἕλληνας.
但在今天,由于希腊境内的混乱,在我看来,国家似乎遇到了一个不用劳苦、不用冒险、不用花费,就能重新争取希腊人的机会。
ἔστι μὲν γὰρ πειρᾶσθαι διαλλάττειν τὰς πολεμούσας πρὸς ἀλλήλας πόλεις, ἔστι δὲ συναλλάττειν, εἴ τινες ἐν αὑταῖς στασιάζουσιν.
因为我们可以尝试调解彼此开战的国家,如果他们内部发生了内讧,我们也可以调解他们。
§5.9εἰ δὲ καὶ ὅπως τὸ ἐν Δελφοῖς ἱερὸν αὐτόνομον ὥσπερ πρόσθεν γένοιτο φανεροὶ εἴητʼ ἐπιμελούμενοι, μὴ συμπολεμοῦντες ἀλλὰ πρεσβεύοντες ἀνὰ τὴν Ἑλλάδα, ἐγὼ μὲν οὐδὲν ἂν οἶμαι θαυμαστὸν εἶναι, εἰ καὶ πάντας τοὺς Ἕλληνας ὁμογνώμονάς τε καὶ συνόρκους καὶ συμμάχους λάβοιτε ἐπʼ ἐκείνους, οἵτινες ἐκλιπόντων Φωκέων τὸ ἱερὸν καταλαμβάνειν πειρῷντο.
如果你们还表明,你们正致力于让德尔斐的神殿像以前一样获得自主,不是通过共同作战,而是通过向全希腊派遣使节,那么我认为,如果你们甚至能让所有的希腊人意见一致,宣誓结盟,共同对抗那些在福基斯人放弃神殿后企图占领神殿的人,这也绝对不足为奇。
§5.10εἰ δὲ καὶ ὅπως ἀνὰ πᾶσαν γῆν καὶ θάλατταν εἰρήνη ἔσται φανεροὶ εἴητε ἐπιμελόμενοι, ἐγὼ μὲν οἶμαι πάντας ἂν εὔχεσθαι μετὰ τὰς ἑαυτῶν πατρίδας Ἀθήνας μάλιστα σῴζεσθαι.
如果你们也表明,你们正致力于使整个陆地和海洋都享有和平,那么我认为,所有的人都会祈求,在他们自己的祖国之后,雅典最应该获得安全。
§5.11εἰ δέ τις αὖ εἰς χρήματα κερδαλεώτερον νομίζει εἶναι τῇ πόλει πόλεμον ἢ εἰρήνην, ἐγὼ μὲν οὐκ οἶδα πῶς ἂν ἄμεινον ταῦτα κριθείη ἢ εἴ τις τὰ προγεγενημένα ἐπανασκοποίη τῇ πόλει πῶς ἀποβέβηκεν.
如果又有人认为,就资金而言,战争比和平对国家更有利,那么我不知道,除了重新审视国家过去所发生的事情其结果如何之外,还能怎样更好地对此做出判断。
§5.12εὑρήσει γὰρ τό τε παλαιὸν ἐν εἰρήνῃ μὲν πάνυ πολλὰ χρήματα εἰς τὴν πόλιν ἀνενεχθέντα, ἐν πολέμῳ δὲ πάντα ταῦτα καταδαπανηθέντα· γνώσεται δʼ, ἢν σκοπῇ, καὶ ἐν τῷ νῦν χρόνῳ διὰ μὲν τὸν πόλεμον καὶ τῶν προσόδων πολλὰς ἐκλιπούσας καὶ τὰς εἰσελθούσας εἰς παντοδαπὰ καταδαπανηθείσας, ἐπεὶ δὲ εἰρήνη κατὰ θάλατταν γεγένηται, ηὐξημένας τε τὰς προσόδους, καὶ ταύταις ἐξὸν τοῖς πολίταις χρῆσθαι ὅ τι βούλονται.
因为他会发现,在古代,和平时期有极多的资金流向国家,而在战争时期,所有这些都被消耗殆尽;如果他审视,就会知道,即使在现在,由于战争,许多收入也中断了,进来的收入也被消耗在各种事务上,而自从海上实现和平以来,收入增加了,市民们也可以将这些用于他们想用的任何地方。
§5.13εἰ δέ τίς με ἐπερωτῴη· ἦ καί, ἄν τις ἀδικῇ τὴν πόλιν, λέγεις ὡς χρὴ καὶ πρὸς τοῦτον εἰρήνην ἄγειν;
如果有人问我:“你真的在说,即使有人对国家行不义之事,我们也必须对他也保持和平吗?
οὐκ ἂν φαίην· ἀλλὰ μᾶλλον λέγω ὅτι πολὺ θᾶττον ἂν τιμωροίμεθα αὐτούς, εἰ μηδένα ὑπάρχοιμεν ἀδικοῦντες· οὐδένα γὰρ ἂν ἔχοιεν σύμμαχον.
”我不会这么说;相反,我的意思是,如果我们自己开始不对任何人行不义,我们就能更快地惩罚他们;因为他们将得不到任何盟友。

词汇与语法注释

  1. 5.1ὡς, εἰ μέλλουσι πᾶσαι αἱ πρόσοδοι ἔκπλεῳ προσιέναι, ὅτι εἰρήνην δεῖ ὑπάρχειν — 表示陈述的连词 ὡς 与 ὅτι 重复使用的赘语现象,它们夹着插入的条件从句(εἰ μέλλουσι...)。
  2. 5.2ὡς ἐμῇ δόξῃ παραγγέλλω σκοποῦσιν — 文本传承存在混乱之处。一般将 παραγγέλλω(命令、宣告)视为“违背我的见解(παρὰ γνώμην)”或“不合理地(παραλόγως)”的抄写错误,从而理解为“他们看错了”,所有语言的翻译均遵循了这一构文解译。
  3. 5.8παραπεπτωκέναι μοι δοκεῖ τῇ πόλει ὥστε — 无人称动词 παραπίπτω((机会等)偶然落入、降临)后接表示结果或目的的 ὥστε 不定词从句,意为“在我看来,国家似乎得到了……的机会”。
  4. 5.12ἐξὸν τοῖς πολίταις χρῆσθαι — 由无人称动词 ἔξεστι(可能、允许)的现在分词中性宾格单数形式 ἐξόν 构成的宾格绝对(accusative absolute)结构,在句中作原因或伴随状况状语:“(因为)允许公民们随意使用这些”。

引用这一段

色诺芬, 岁入论 §5.1-5.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg011.humanitext-grc2:5.1-5.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。