§5.1εἰ δὲ σαφὲς δοκεῖ εἶναι ὡς, εἰ μέλλουσι πᾶσαι αἱ πρόσοδοι ἔκπλεῳ προσιέναι, ὅτι εἰρήνην δεῖ ὑπάρχειν, ἆρʼ οὐκ ἄξιον καὶ εἰρηνοφύλακας καθιστάναι;
もし、すべての収入が十分に満ちて入ってくるためには平和が存在せねばならないということが明らかだと思われるなら、平和守護官を設置することもまた価値あることではないだろうか。
πολὺ γὰρ ἂν καὶ αὕτη αἱρεθεῖσα ἡ ἀρχὴ προσφιλεστέραν καὶ οἰκειοτέραν εἰσαφικνεῖσθαι πᾶσιν ἀνθρώποις ποιήσειε τὴν πόλιν.
なぜなら、この官職が選出されれば、すべての人間にとって、アテナイ市を訪れるのにより好ましく、より親しみやすい場所にさせるからである。
§5.2εἰ δέ τινες οὕτω γιγνώσκουσιν, ὡς ἐὰν ἡ πόλις εἰρήνην ἄγουσα διατελῇ, ἀδυνατωτέρα τε καὶ ἀδοξοτέρα καὶ ἧττον ὀνομαστὴ ἐν τῇ Ἑλλάδι ἔσται, καὶ οὗτοί γε ὡς ἐμῇ δόξῃ παραγγέλλω σκοποῦσιν.
もし、国家が平和を保ち続けるならば、ギリシアにおいてより弱く、不名誉で、有名でなくなるだろう、とこのように考えている人々がいるとすれば、彼らも私の意見では見誤っている。
εὐδαιμονέσταται μὲν γὰρ δήπου πόλεις λέγονται, αἳ ἂν πλεῖστον χρόνον ἐν εἰρήνῃ διατελῶσι· πασῶν δὲ πόλεων Ἀθῆναι μάλιστα πεφύκασιν ἐν εἰρήνῃ αὔξεσθαι.
なぜなら、最も幸福な国家とは、最も長い間平和に過ごす国家であると一般に言われているからであり、すべての国家の中で、アテナイこそが平和において最も成長する性質を持っているからである。
§5.3τίνες γὰρ ἡσυχίαν ἀγούσης τῆς πόλεως οὐ προσδέοιντʼ ἂν αὐτῆς ἀρξάμενοι ἀπὸ ναυκλήρων καὶ ἐμπόρων;
なぜなら、国家が平穏を保っているとき、船主や商人から始めて、誰がアテナイを必要としないだろうか。
οὐχ οἱ πολύσιτοι, οὐχ οἱ πολύοινοι;
多くの穀物を持つ者たち、多くのワインを持つ者たちではないか。
τί δὲ οἱ πολυέλαιοι, τί δὲ οἱ πολυπρόβατοι, οἱ δὲ γνώμῃ καὶ ἀργυρίῳ δυνάμενοι χρηματίζεσθαι;
では、多くのオリーブ油を持つ者たち、多くの羊を持つ者たちはどうか。 また、知性と資金によって商売を行うことができる者たちはどうか。
§5.4καὶ μὴν χειροτέχναι τε καὶ σοφισταὶ καὶ φιλόσοφοι, οἱ δὲ ποιηταί, οἱ δὲ τὰ τούτων μεταχειριζόμενοι, οἱ δὲ ἀξιοθεάτων ἢ ἀξιακούστων ἱερῶν ἢ ὁσίων ἐπιθυμοῦντες;
さらにまた、職人たち、ソフィストたち、哲学者たち、詩人たち、あるいは彼らの作品を扱う人々、また、見事な、あるいは聞くに値する、聖なる儀式や神聖な事物を切望する人々はどうだろうか。
ἀλλὰ μὴν καὶ οἱ δεόμενοι πολλὰ ταχὺ ἀποδίδοσθαι ἢ πρίασθαι ποῦ τούτων μᾶλλον ἂν τύχοιεν ἢ Ἀθήνησιν;
さらにまた、多くのものを素早く売却したり購入したりする必要がある人々は、アテナイにおけるよりも、どこでこれらのことをより良く得られるだろうか。
§5.5εἰ δὲ πρὸς ταῦτα μὲν οὐδεὶς ἀντιλέγει, τὴν δὲ ἡγεμονίαν βουλόμενοί τινες ἀναλαβεῖν τὴν πόλιν, ταύτην διὰ πολέμου μᾶλλον ἢ διʼ εἰρήνης ἡγοῦνται ἂν καταπραχθῆναι, ἐννοησάτωσαν πρῶτον μὲν τὰ Μηδικά, πότερον βιαζόμενοι ἢ εὐεργετοῦντες τοὺς Ἕλληνας ἡγεμονίας τε τοῦ ναυτικοῦ καὶ ἑλληνοταμιείας ἐτύχομεν.
もし、これらに対しては誰も反論しないが、国家が覇権を取り戻すことを望む一部の人々が、それは平和によってよりも戦争によって達成されると考えているならば、まずペルシア戦争のことを考えるがよい。 我々が海上の覇権とヘレノタミアス(同盟金庫財務官の職)を得たのは、ギリシア人を強制することによってであったか、それとも彼らに恩恵を施すことによってであったかを。
§5.6ἔτι δὲ ἐπεὶ ὠμῶς ἄγαν δόξασα προστατεύειν ἡ πόλις ἐστερήθη τῆς ἀρχῆς, οὐ καὶ τότε, ἐπεὶ τοῦ ἀδικεῖν ἀπεσχόμεθα, πάλιν ὑπὸ τῶν νησιωτῶν ἑκόντων προστάται τοῦ ναυτικοῦ ἐγενόμεθα;
さらに、あまりに過酷に支配していると見なされたために国家が支配権を奪われた後、我々が不正を行うことを控えたその時にもまた、島々の住民たちが自発的に望んだことによって、再び我々が海上の指導者になったのではなかったか。
§5.7οὔκουν καὶ Θηβαῖοι εὐεργετούμενοι ἡγεμονεύειν αὑτῶν ἔδωκαν Ἀθηναίοις;
また、テーバイ人も恩恵を施されたことによって、自分たちの指導権をアテナイ人に与えたのではなかったか。
ἀλλὰ μὴν καὶ Λακεδαιμόνιοι οὐ βιασθέντες ὑφʼ ἡμῶν ἀλλʼ εὖ πάσχοντες ἐπέτρεψαν Ἀθηναίοις περὶ τῆς ἡγεμονίας θέσθαι ὅπως βούλοιντο.
さらに、ラケダイモン人も、我々によって強制されたのではなく、良く扱われたことによって、覇権に関して彼らが望むように取り決めることをアテナイ人に委ねたのではなかったか。
§5.8νῦν δέ γε διὰ τὴν ἐν τῇ Ἑλλάδι ταραχὴν παραπεπτωκέναι μοι δοκεῖ τῇ πόλει ὥστε καὶ ἄνευ πόνων καὶ ἄνευ κινδύνων καὶ ἄνευ δαπάνης ἀνακτᾶσθαι τοὺς Ἕλληνας.
しかし今や、ギリシアにおける混乱のゆえに、労苦も危険も出費もなく、ギリシア人を再び引き戻す機会が国家に巡ってきていると私には思われる。
ἔστι μὲν γὰρ πειρᾶσθαι διαλλάττειν τὰς πολεμούσας πρὸς ἀλλήλας πόλεις, ἔστι δὲ συναλλάττειν, εἴ τινες ἐν αὑταῖς στασιάζουσιν.
なぜなら、互いに戦争をしている国家同士を和解させようと試みることが可能であり、もし自国内で内紛を起こしている人々がいるなら、彼らを和解させることが可能だからである。
§5.9εἰ δὲ καὶ ὅπως τὸ ἐν Δελφοῖς ἱερὸν αὐτόνομον ὥσπερ πρόσθεν γένοιτο φανεροὶ εἴητʼ ἐπιμελούμενοι, μὴ συμπολεμοῦντες ἀλλὰ πρεσβεύοντες ἀνὰ τὴν Ἑλλάδα, ἐγὼ μὲν οὐδὲν ἂν οἶμαι θαυμαστὸν εἶναι, εἰ καὶ πάντας τοὺς Ἕλληνας ὁμογνώμονάς τε καὶ συνόρκους καὶ συμμάχους λάβοιτε ἐπʼ ἐκείνους, οἵτινες ἐκλιπόντων Φωκέων τὸ ἱερὸν καταλαμβάνειν πειρῷντο.
もしまた、デルポイの神殿が以前のように自律的になるように、諸君がともに戦うことによってではなく、ギリシア中に使節を派遣することによって配慮していることが明らかになるならば、もしフォキス人が放棄した後に神殿を不法に占拠しようと試みる者たちがいるとして、そのような者たちに対して、すべてのギリシア人を同じ考えにし、同盟の誓いを立てさせ、同盟者とすることができたとしても、私としては何ら不思議なことではないと思う。
§5.10εἰ δὲ καὶ ὅπως ἀνὰ πᾶσαν γῆν καὶ θάλατταν εἰρήνη ἔσται φανεροὶ εἴητε ἐπιμελόμενοι, ἐγὼ μὲν οἶμαι πάντας ἂν εὔχεσθαι μετὰ τὰς ἑαυτῶν πατρίδας Ἀθήνας μάλιστα σῴζεσθαι.
もしまた、全陸地と海において平和が保たれるように、諸君が配慮していることが明らかになるならば、私は、すべての人が自分の祖国の次に、アテナイが最も安全であることを祈るようになると思う。
§5.11εἰ δέ τις αὖ εἰς χρήματα κερδαλεώτερον νομίζει εἶναι τῇ πόλει πόλεμον ἢ εἰρήνην, ἐγὼ μὲν οὐκ οἶδα πῶς ἂν ἄμεινον ταῦτα κριθείη ἢ εἴ τις τὰ προγεγενημένα ἐπανασκοποίη τῇ πόλει πῶς ἀποβέβηκεν.
もしまた、ある人が、国家にとって資金の面で、平和よりも戦争の方が利益になると考えているなら、これが、国家に過去に起こったことがどのような結果をもたらしたかを振り返ってみる以上に、どうすればより良く判断され得るのか、私には分からない。
§5.12εὑρήσει γὰρ τό τε παλαιὸν ἐν εἰρήνῃ μὲν πάνυ πολλὰ χρήματα εἰς τὴν πόλιν ἀνενεχθέντα, ἐν πολέμῳ δὲ πάντα ταῦτα καταδαπανηθέντα·
なぜなら、昔においては、平和な時には非常に多くの資金が国家にもたらされ、戦争の時にはこれらすべてが使い果たされたことを見出すだろうからである。
γνώσεται δʼ, ἢν σκοπῇ, καὶ ἐν τῷ νῦν χρόνῳ διὰ μὲν τὸν πόλεμον καὶ τῶν προσόδων πολλὰς ἐκλιπούσας καὶ τὰς εἰσελθούσας εἰς παντοδαπὰ καταδαπανηθείσας, ἐπεὶ δὲ εἰρήνη κατὰ θάλατταν γεγένηται, ηὐξημένας τε τὰς προσόδους, καὶ ταύταις ἐξὸν τοῖς πολίταις χρῆσθαι ὅ τι βούλονται.
また検討するなら、現在の時期においても、戦争のゆえに収入の多くが途絶え、入ってきたものも様々な用途に使い果たされたことを知るだろう。 しかし、海上での平和が実現してからは、収入が増大し、市民がこれらを望む通りに利用することが可能になっていることを知るだろう。
§5.13εἰ δέ τίς με ἐπερωτῴη· ἦ καί, ἄν τις ἀδικῇ τὴν πόλιν, λέγεις ὡς χρὴ καὶ πρὸς τοῦτον εἰρήνην ἄγειν;
もし誰かが私にこう尋ねるなら、「もし誰かが国家に対して不正を行うなら、その者に対しても平和を保つべきだとあなたは言うのか」と。
οὐκ ἂν φαίην·
私はそうは言わない。
ἀλλὰ μᾶλλον λέγω ὅτι πολὺ θᾶττον ἂν τιμωροίμεθα αὐτούς, εἰ μηδένα ὑπάρχοιμεν ἀδικοῦντες·
むしろ私はこう言う。
οὐδένα γὰρ ἂν ἔχοιεν σύμμαχον.
我々が誰に対しても不正を行わずにいるならば、彼らをはるかに迅速に懲らしめることができるだろう、となぜなら彼らには一人の同盟者もいなくなるからである。