Humanitext Reader

色诺芬 · 岁入论 §6.1-6.3

财政改革的总结与求告神谕

第 9 段,共 9 段 · 希腊语

内容简介

作者总结了实施所提议的财政改革方案将给雅典带来安全与繁荣,并建议在着手实施前先向多多纳和德尔斐的神谕咨询,寻求神明的护佑。

§6.1ἀλλʼ εἴ γε μὴν τῶν εἰρημένων ἀδύνατον μὲν μηδέν ἐστι μηδὲ χαλεπόν, πραττομένων δὲ αὐτῶν προσφιλέστεροι μὲν τοῖς Ἕλλησι γενησόμεθα, ἀσφαλέστερον δὲ οἰκήσομεν, εὐκλεέστεροι δὲ ἐσόμεθα, καὶ ὁ μὲν δῆμος τροφῆς εὐπορήσει, οἱ δὲ πλούσιοι τῆς εἰς τὸν πόλεμον δαπάνης ἀπαλλαγήσονται, περιουσίας δὲ πολλῆς γενομένης μεγαλοπρεπέστερον μὲν ἔτι ἢ νῦν ἑορτὰς ἄξομεν, ἱερὰ δʼ ἐπισκευάσομεν, τείχη δὲ καὶ νεώρια ἀνορθώσομεν, ἱερεῦσι δὲ καὶ βουλῇ καὶ ἀρχαῖς καὶ ἱππεῦσι τὰ πάτρια ἀποδώσομεν, πῶς οὐκ ἄξιον ὡς τάχιστα τούτοις ἐγχειρεῖν, ἵνα ἔτι ἐφʼ ἡμῶν ἐπίδωμεν τὴν πόλιν μετʼ ἀσφαλείας εὐδαιμονοῦσαν;
但是,如果所说的那些事情没有一件是不可能的,也没有一件是困难的,而且在它们付诸实施时,我们将变得更受希腊人欢迎,生活得更安全,获得更高的名望,平民将拥有充足的生计,而富人也将从战争的支出中解脱出来,并且由于产生了巨大的盈余,我们将比现在更加庄严地举行节日庆典,修缮神殿,重建城墙和船坞,并将祖先传下来的权利和待遇归还给祭司、议会、官员和骑兵,那么,我们怎能不尽早着手这些事情,以便在我们自己的时代里,亲眼看见国家在安全中繁荣昌盛呢?
§6.2εἴ γε μὴν ταῦτα δόξειεν ὑμῖν πράττειν, συμβουλεύσαιμʼ ἂν ἔγωγε πέμψαντας καὶ εἰς Δωδώνην καὶ εἰς Δελφοὺς ἐπερέσθαι τοὺς θεοὺς εἰ λῷον καὶ ἄμεινον εἴη ἂν τῇ πόλει οὕτω κατασκευαζομένῃ καὶ αὐτίκα καὶ εἰς τὸν ἔπειτα χρόνον.
如果你们确实决定付诸实施这些事情,我个人会建议派遣使者前往多多纳和德尔斐,去询问神明,如果国家以此种方式建设,无论对当下还是对未来,对国家来说是否会更好、更吉利。
§6.3εἰ δὲ ταῦτα συναινοῖεν, τότʼ ἂν αὖ φαίην χρῆναι ἐπερωτᾶν τίνας θεῶν προσποιούμενοι ταῦτα κάλλιστα καὶ ἄριστα πράττοιμεν ἄν· οὓς δʼ ἀνέλοιεν θεούς, τούτοις εἰκὸς καλλιερήσαντας ἄρχεσθαι τοῦ ἔργου.
如果神明赞同这些,那么我还会说,应当进一步询问:我们应当将哪些神明视作助手,才能最完美、最好地完成这些事情;而对于神明所指示的那些神明,在向他们献上吉祥的牺牲之后,开始这项事业是理所当然的。
σὺν γὰρ θεῷ πραττομένων εἰκὸς καὶ τὰς πράξεις προϊέναι ἐπὶ τὸ λῷον καὶ ἄμεινον ἀεὶ τῇ πόλει.
因为在神明的帮助下进行,各项事务自然也就会朝着对国家更加美好、更加吉利的方向发展。

词汇与语法注释

  1. 6.1τῶν εἰρημένων — 完成时被动分词,中性复数属格,在此作名词性使用,意为“所说的事情”。作为部分属格(partitive genitive)修饰后面的 ἀδύνατον ... μηδέν(没有一件是不可能的)。
  2. 6.1ἐφʼ ἡμῶν — 介词 ἐπί 接属格,表示时间范围,意为“在我们这个时代”或“在我们有生之年”。
  3. 6.1ἐπίδωμεν — 动词 ἐφοράω(观看、目睹)的第一人称复数不定过去时主动语态虚拟式。由引导目的从句的 ἵνα 引入,并带有名词的补足性分词 εὐδαιμονοῦσαν,构成了“为了让我们目睹国家繁荣”的句式。
  4. 6.2εἴ γε μὴν ταῦτα δόξειεν — 条件从句中的希求式 δόξειεν 与主句中带有 ἄν 的希求式(συμβουλεύσαιμʼ ἂν)呼应,构成了表示温和建议或假设未来可能性的条件句(较不生动的未来条件句)。
  5. 6.2πέμψαντας — 动词 πέμπω 的不定过去时主动分词阳性复数宾格。作为不定式 ἐπερέσθαι(询问)的逻辑主语,在此使用宾格,是因为它与主句动词 συμβουλεύσαιμι(建议)的逻辑宾语(即“你们”,宾格)相一致。
  6. 6.3οὓς δʼ ἀνέλοιεν θεούς — 关系代词的先行词 θεούς(神明)被吸收到关系从句 οὓς δʼ ἀνέλοιεν 中的同化结构。在主句中应补出与格指示代词 τούτοις,解作“对于神明所指示的[那些神明],向这些神明……”。动词 ἀνέλοιεν 是 ἀναιρέω(通过神谕指示)的过去时第三人称复数希求式。
  7. 6.3σὺν γὰρ θεῷ πραττομένων — 带有被动分词 πραττομένων 的属格绝对结构。虽然没有明确写出主语,但此处假定了代表“事物”或“活动”的中性复数主语,意为“当各项事务在神明帮助下进行时”。

引用这一段

色诺芬, 岁入论 §6.1-6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg011.humanitext-grc2:6.1-6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。