§3.1ὥς γε μὴν καὶ ἐμπορεύεσθαι ἡδίστη τε καὶ κερδαλεωτάτη ἡ πόλις, νῦν ταῦτα λέξω.
确实,关于在进行贸易方面雅典也是最令人愉快且最有利可图的城市,我现在就来予以说明。
πρῶτον μὲν γὰρ δήπου ναυσὶ καλλίστας καὶ ἀσφαλεστάτας ὑποδοχὰς ἔχει, ὅπου γʼ ἔστιν εἰσορμισθέντας ἀδεῶς ἕνεκα χειμῶνος ἀναπαύεσθαι.
首先,毫无疑问,它为船只提供了极其优美且安全的避风港,在那里,入港的人们确实可以免受风暴之忧而安心休整。
§3.2ἀλλὰ μὴν καὶ τοῖς ἐμπόροις ἐν μὲν ταῖς πλείσταις τῶν πόλεων ἀντιφορτίζεσθαί τι ἀνάγκη· νομίσμασι γὰρ οὐ χρησίμοις ἔξω χρῶνται· ἐν δὲ ταῖς Ἀθήναις πλεῖστα μὲν ἔστιν ἀντεξάγειν ὧν ἂν δέωνται ἄνθρωποι, ἢν δὲ μὴ βούλωνται ἀντιφορτίζεσθαι, καὶ ἀργύριον ἐξάγοντες καλὴν ἐμπορίαν ἐξάγουσιν.
此外,在大多数城市中,商人必须带回某些货物作为替代的载荷,因为那些城市使用的是在国外无法流通的货币;但在雅典,人们极易换取并输出他们所需的各种物资,而如果他们不想带回替代货物,通过输出白银,他们也是输出了一种绝佳的商品。
ὅπου γὰρ ἂν πωλῶσιν αὐτό, πανταχοῦ πλέον τοῦ ἀρχαίου λαμβάνουσιν.
因为无论他们在何处出售这些白银,所获得的价值都无一例外地高于其原始资本。
§3.3εἰ δὲ καὶ τῇ τοῦ ἐμπορίου ἀρχῇ ἆθλα προτιθείη τις ὅστις δικαιότατα καὶ τάχιστα διαιροίη τὰ ἀμφίλογα, ὡς μὴ κωλύεσθαι ἀποπλεῖν τὸν βουλόμενον, πολὺ ἂν καὶ διὰ ταῦτα πλείους τε καὶ ἥδιον ἐμπορεύοιντο.
如果有人能为市场官署设立奖项,奖给那些最公正、最迅速地裁决争端,从而使愿意启航者不致受到阻碍的人,那么由于这一原因,从事贸易的人也会多得多,且会更加乐意。
§3.4ἀγαθὸν δὲ καὶ καλὸν καὶ προεδρίαις τιμᾶσθαι ἐμπόρους καὶ ναυκλήρους, καὶ ἐπὶ ξένιά γʼ ἔστιν ὅτε καλεῖσθαι, οἳ ἂν δοκῶσιν ἀξιολόγοις καὶ πλοίοις καὶ ἐμπορεύμασιν ὠφελεῖν τὴν πόλιν.
此外,对于那些以有价值的船只和货物给城市带来益处的商人和船主,用前排雅座的荣誉来优待他们,并且有时邀请他们参加国宴,也是一件极好且体面的事。
ταῦτα γὰρ τιμώμενοι οὐ μόνον τοῦ κέρδους ἀλλὰ καὶ τῆς τιμῆς ἕνεκεν ὡς πρὸς φίλους ἐπισπεύδοιεν ἄν.
因为在获得这些荣誉后,他们不仅为了利润,而且也会为了这份荣誉,像对待朋友一样急切地向我们奔来。
§3.5ὅσῳ γε μὴν πλείους εἰσοικίζοιντό τε καὶ ἀφικνοῖντο, δῆλον ὅτι τοσούτῳ ἂν πλέον καὶ εἰσάγοιτο καὶ ἐξάγοιτο καὶ ἐκπέμποιτο καὶ πωλοῖτο καὶ μισθοφοροῖτο καὶ τελεσφοροίη.
确实,定居和到来的人越多,显而易见,进口、出口、运送、销售、支付薪酬以及征收税款的数量也就越多。
§3.6εἰς μὲν οὖν τὰς τοιαύτας αὐξήσεις τῶν προσόδων οὐδὲ προδαπανῆσαι δεῖ οὐδὲν ἀλλʼ ἢ ψηφίσματά τε φιλάνθρωπα καὶ ἐπιμελείας.
因此,对于这类收入的增长,除了友善的法令和关照之外,根本不需要预先支付任何费用。
ὅσαι δʼ ἂν ἄλλαι δοκοῦσί μοι πρόσοδοι γίγνεσθαι, γιγνώσκω ὅτι ἀφορμῆς δεήσει εἰς αὐτάς.
但我很清楚,至于我所认为能够产生的其他一切收入,则都需要为此投入启动资金。
§3.7οὐ μέντοι δύσελπίς εἰμι τὸ μὴ οὐχὶ προθύμως ἂν τοὺς πολίτας εἰς τὰ τοιαῦτα εἰσφέρειν, ἐνθυμούμενος ὡς πολλὰ μὲν εἰσήνεγκεν ἡ πόλις, ὅτε Ἀρκάσιν ἐβοήθει ἐπὶ Λυσιστράτου ἡγουμένου, πολλὰ δὲ ἐπὶ Ἡγησίλεω.
然而,我绝不悲观地认为市民们不会踊跃地为此进行捐款,因为我考虑到,当城市在吕西斯特拉托斯指挥下援助阿卡迪亚人时,曾筹集了许多捐款,而在赫格西劳斯指挥下也是如此。
§3.8ἐπίσταμαι δὲ καὶ τριήρεις πολλάκις ἐκπεμπομένας σὺν πολλῇ δαπάνῃ, καὶ ταύτας γενομένας, τούτου μὲν ἀδήλου ὄντος εἴτε βέλτιον εἴτε κάκιον ἔσται, ἐκείνου δὲ δήλου ὅτι οὐδέποτε ἀπολήψονται ἃ ἂν εἰσενέγκωσιν οὐδὲ μεθέξουσιν ὧν ἂν εἰσενέγκωσι.
我也知道,三段帆船曾多次在巨额开支下被派遣出去,并且这些开支是在以下情况下发生的:一方面,这结果会是变好还是变坏尚不可知,另一方面,显而易见的是,他们绝不能收回所捐献的资金,也无法分享所捐献之物带来的利益。
§3.9κτῆσιν δὲ ἀπʼ οὐδενὸς ἂν οὕτω καλὴν κτήσαιντο ὥσπερ ἀφʼ οὗ ἂν προτελέσωσιν εἰς τὴν ἀφορμήν·
但是,人们通过任何投资都无法获得像为这笔启动资金预先垫付那样美好的资产。
ᾧ μὲν γὰρ ἂν δέκα μναῖ εἰσφορὰ γένηται, ὥσπερ ναυτικόν, σχεδὸν ἐπίπεμπτον αὐτῷ γίγνεται, τριώβολον τῆς ἡμέρας λαμβάνοντι· ᾧ δέ γʼ ἂν πέντε μναῖ, πλέον ἢ ἐπίτριτον.
因为对于一个捐款十米纳的人来说,就像航海贷款利息一样,每天获得三个奥博尔,他就几乎能拿到五分之一(百分之二十)的回报;而对于捐款五米纳的人来说,则超过三分之一(百分之三十三以上)。
§3.10οἱ δέ γε πλεῖστοι Ἀθηναίων πλείονα λήψονται κατʼ ἐνιαυτὸν ἢ ὅσα ἂν εἰσενέγκωσιν.
而且大多数雅典人每年得到的,将超过他们所捐献的金额。
οἱ γὰρ μνᾶν προτελέσαντες ἐγγὺς δυοῖν μναῖν πρόσοδον ἕξουσι, καὶ ταῦτα ἐν πόλει, ὃ δοκεῖ τῶν ἀνθρωπίνων ἀσφαλέστατόν τε καὶ πολυχρονιώτατον εἶναι.
因为预先支付了一米纳的人,将获得近两米纳的收入,而且这还是在一个被认为是人类事务中最安全、最持久的城市中实现的。
§3.11οἶμαι δὲ ἔγωγε, εἰ μέλλοιεν ἀναγραφήσεσθαι εὐεργέται εἰς τὸν ἅπαντα χρόνον, καὶ ξένους ἂν πολλοὺς εἰσενεγκεῖν, ἔστι δʼ ἃς ἂν καὶ πόλεις τῆς ἀναγραφῆς ὀρεγομένας.
我个人认为,如果能将名字永久登记为“恩人”,许多外邦人也会进行捐款,甚至有些城市也会渴望得到这样的登记。
ἐλπίζω δὲ καὶ βασιλέας ἄν τινας καὶ τυράννους καὶ σατράπας ἐπιθυμῆσαι μετασχεῖν ταύτης τῆς χάριτος.
我也期望有些国王、僭主和行省总督也会渴望分享这一光荣。
§3.12ὁπότε γε μὴν ἀφορμὴ ὑπάρχοι, καλὸν μὲν καὶ ἀγαθὸν ναυκλήροις οἰκοδομεῖν καταγώγια περὶ λιμένας πρὸς τοῖς ὑπάρχουσι, καλὸν δὲ καὶ ἐμπόροις προσήκοντας τόπους ἐπʼ ὠνῇ τε καὶ πράσει, καὶ τοῖς εἰσαφικνουμένοις δὲ δημόσια καταγώγια.
只要启动资金充足,在现有设施之外,为船主在港口周围建造旅店是一件极好且有益的事,为商人建造适于买卖的场所,以及为到访者建造公共旅店,也同样是一件好事。
§3.13εἰ δὲ καὶ τοῖς ἀγοραίοις οἰκήσεις τε καὶ πωλητήρια κατασκευασθείη καὶ ἐν Πειραιεῖ καὶ ἐν τῷ ἄστει, ἅμα τʼ ἂν κόσμος εἴη τῇ πόλει καὶ πολλαὶ ἂν ἀπὸ τούτων πρόσοδοι γίγνοιντο.
如果无论是在比雷埃夫斯还是在城内,都能为商贩们建造住宅和店铺,这不仅会成为城市的美化,而且还能从中产生许多收入。
§3.14ἀγαθὸν δέ μοι δοκεῖ εἶναι πειραθῆναι, εἰ καὶ ὥσπερ τριήρεις δημοσίας ἡ πόλις κέκτηται, οὕτω καὶ ὁλκάδας δημοσίας δυνατὸν ἂν γένοιτο κτήσασθαι καὶ ταύτας ἐκμισθοῦν ἐπʼ ἐγγυητῶν ὥσπερ καὶ τἆλλα δημόσια.
在我看来,不妨尝试一下,既然城市拥有公共的三段帆船,是否也有可能购置公共的商船,并像其他公共财产一样,在提供担保人的情况下将其出租。
εἰ γὰρ καὶ τοῦτο οἷόν τε ὂν φανείη, πολλὴ ἂν καὶ ἀπὸ τούτων πρόσοδος γίγνοιτο.
因为如果这也被证明是可行的,那么从中也将产生巨额的收入。