Humanitext Reader

色诺芬 · 岁入论 §2.1-2.7

通过改善侨民待遇增加财政收入

第 2 段,共 9 段 · 希腊语

内容简介

作者提出改善侨民(梅托伊科伊)待遇的建议,以增加雅典的财政收入。他论证了通过消除不名誉待遇、免除兵役、授予特权以及允许他们在空地上建造房屋等方式来吸引更多侨民。

§2.1τούτων μὲν οὖν ἁπάντων, ὥσπερ εἶπον, νομίζω αὐτὴν τὴν χώραν αἰτίαν εἶναι.
正如我所说,我相信这一切都归功于这片土地本身。
εἰ δὲ πρὸς τοῖς αὐτοφυέσιν ἀγαθοῖς πρῶτον μὲν τῶν μετοίκων ἐπιμέλεια γένοιτο· αὕτη γὰρ ἡ πρόσοδος τῶν καλλίστων ἔμοιγε δοκεῖ εἶναι, ἐπείπερ αὐτοὶ αὑτοὺς τρέφοντες καὶ πολλὰ ὠφελοῦντες τὰς πόλεις οὐ λαμβάνουσι μισθόν, ἀλλὰ μετοίκιον προσφέρουσιν— §2.2ἐπιμέλειά γε μὴν ἥδʼ ἂν ἀρκεῖν μοι δοκεῖ, εἰ ἀφέλοιμεν μὲν ὅσα μηδὲν ὠφελοῦντα τὴν πόλιν ἀτιμίας δοκεῖ τοῖς μετοίκοις παρέχειν, ἀφέλοιμεν δὲ καὶ τὸ συστρατεύεσθαι ὁπλίτας μετοίκους τοῖς ἀστοῖς.
但是,如果在这些天然的优势之外,首先能对侨民给予关照——因为在我看来,这一收入来源是最美好的之一,毕竟他们自食其力,给各城市带来诸多益处,不仅不领取薪饷,反而缴纳侨民税—— 确实,以下这种关照在我看来就已经足够了:如果我们能消除那些对城市毫无益处、却似乎给侨民带来耻辱的所有事物,并且也免除侨民重装步兵与公民一同出征的义务。
μέγας μὲν γὰρ ὁ κίνδυνος ἀπόντι· μέγα δὲ καὶ τὸ ἀπὸ τῶν τέκνων καὶ τῶν οἰκιῶν ἀπιέναι.
因为对于远离家园的人来说,危险是巨大的;而离开孩子和家庭也是一件重大而艰辛的事。
§2.3ἀλλὰ μὴν καὶ ἡ πόλις γʼ ἂν ὠφεληθείη, εἰ οἱ πολῖται μετʼ ἀλλήλων στρατεύοιντο μᾶλλον ἢ εἰ συντάττοιντο αὐτοῖς, ὥσπερ νῦν, Λυδοὶ καὶ Φρύγες καὶ Σύροι καὶ ἄλλοι παντοδαποὶ βάρβαροι· πολλοὶ γὰρ τοιοῦτοι τῶν μετοίκων.
此外,如果公民们相互一同出征,而不是像现在这样,让吕底亚人、弗里吉亚人、叙利亚人以及其他各种各样的蛮族人与他们混编在一起,城市也将获得益处;因为侨民中有许多这样的人。
§2.4πρὸς δὲ τῷ ἀγαθῷ τῷ τούτους τοῦ συντάττεσθαι ἀφεθῆναι καὶ κόσμος ἂν τῇ πόλει εἴη, εἰ δοκοῖεν Ἀθηναῖοι εἰς τὰς μάχας αὑτοῖς μᾶλλον πιστεύειν ἢ ἀλλοδαποῖς.
除了免除这些人混编出征的好处之外,如果雅典人在战斗中显得更信任自己而不是外邦人,这也会成为城市的光荣。
§2.5καὶ μεταδιδόντες δʼ ἄν μοι δοκοῦμεν τοῖς μετοίκοις τῶν τʼ ἄλλων ὧν καλὸν μεταδιδόναι καὶ τοῦ ἱππικοῦ εὐνουστέρους ἂν ποιεῖσθαι καὶ ἅμα ἰσχυροτέραν ἂν καὶ μείζω τὴν πόλιν ἀποδεικνύναι.
在我看来,如果我们能让侨民分享其他值得分享的事务以及骑兵资格,我们不仅能使他们更加忠诚,而且还能同时展现出一个更强大、更伟大的城市。
§2.6εἶτα ἐπειδὴ καὶ πολλὰ οἰκιῶν ἔρημά ἐστιν ἐντὸς τῶν τειχῶν καὶ οἰκόπεδα, εἰ ἡ πόλις διδοίη οἰκοδομησομένοις ἐγκεκτῆσθαι οἳ ἂν αἰτούμενοι ἄξιοι δοκῶσιν εἶναι, πολὺ ἂν οἴομαι καὶ διὰ ταῦτα πλείους τε καὶ βελτίους ὀρέγεσθαι τῆς Ἀθήνησιν οἰκήσεως.
此外,既然城墙内有许多闲置的房屋和宅基地,如果城市允许那些提出申请且显得有资格的人拥有土地以建造房屋,我认为由于这些原因,也会有更多且更优秀的人渴望在雅典居住。
§2.7καὶ εἰ μετοικοφύλακάς γε ὥσπερ ὀρφανοφύλακας ἀρχὴν καθισταῖμεν, καὶ τούτοις τιμή τις ἐπείη οἵτινες πλείστους μετοίκους ἀποδείξειαν, καὶ τοῦτο εὐνουστέρους ἂν τοὺς μετοίκους ποιοίη καί, ὡς τὸ εἰκός, πάντες ἂν οἱ ἀπόλιδες τῆς Ἀθήνησι μετοικίας ὀρέγοιντο καὶ τὰς προσόδους ἂν αὔξοιεν.
如果我们像设立“孤儿监护官”一样设立一个“侨民监护官”的官职,并且让那些登记了最多侨民的人获得某种荣誉,这也会使侨民更加忠诚,而且理所当然地,所有无国籍的人都会渴望在雅典居住,从而增加我们的收入。

词汇与语法注释

  1. §2.1εἰ δὲ πρὸς τοῖς αὐτοφυέσιν ἀγαθοῖς πρῶτον μὲν τῶν μετοίκων ἐπιμέλεια γένοιτο· — 这是一个破格(Anacoluthon)句式,条件从句(εἰ... γένοιτο)缺乏语法上直接对应的结果主句。在夹杂了解释说明(αὕτη γὰρ...)后,其论点在§2.2中以新的句式(ἐπιμέλειά γε μὴν...)得到了实际上的承接和表述。
  2. §2.5μεταδιδόντες δʼ ἄν μοι δοκοῦμεν — 助词 ἄν 并不修饰主动词 δοκοῦμεν,而是修饰与其相连的不定式 ποιεῖσθαι 和 ἀποδεικνύναι,表示一种潜在的或结果性的意义(“看来我们会使……并且展现……”)。分词 μεταδιδόντες 在此起条件作用(“如果分享的话”)。
  3. §2.6ἐγκεκτῆσθαι — 该不定式指“拥有不动产(土地和房屋)的权利”(γῆς καὶ οἰκίας ἔγκτησις)。由于在雅典,侨民(梅托伊科伊)通常不被允许拥有房产或土地,因此这里提议将此作为特权授予他们。

引用这一段

色诺芬, 岁入论 §2.1-2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg011.humanitext-grc2:2.1-2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。