§2.1τούτων μὲν οὖν ἁπάντων, ὥσπερ εἶπον, νομίζω αὐτὴν τὴν χώραν αἰτίαν εἶναι.
これらすべてについては、私が言ったように、土地そのものに原因があると私は考えている。
εἰ δὲ πρὸς τοῖς αὐτοφυέσιν ἀγαθοῖς πρῶτον μὲν τῶν μετοίκων ἐπιμέλεια γένοιτο·
しかし、この生まれつきの利点に加えて、まず第一に在留外人(メトイコイ)への配慮がなされるならば。
αὕτη γὰρ ἡ πρόσοδος τῶν καλλίστων ἔμοιγε δοκεῖ εἶναι, ἐπείπερ αὐτοὶ αὑτοὺς τρέφοντες καὶ πολλὰ ὠφελοῦντες τὰς πόλεις οὐ λαμβάνουσι μισθόν, ἀλλὰ μετοίκιον προσφέρουσιν— §2.2ἐπιμέλειά γε μὴν ἥδʼ ἂν ἀρκεῖν μοι δοκεῖ, εἰ ἀφέλοιμεν μὲν ὅσα μηδὲν ὠφελοῦντα τὴν πόλιν ἀτιμίας δοκεῖ τοῖς μετοίκοις παρέχειν, ἀφέλοιμεν δὲ καὶ τὸ συστρατεύεσθαι ὁπλίτας μετοίκους τοῖς ἀστοῖς.
というのも、私にはこの収入源が最も素晴らしいものの一つに思われるからである。 彼らは自活し、都市に多くの便益をもたらしながらも、報酬を受け取ることはなく、むしろ在留外人税(メトイキオン)を納めているのであるから―― 実に、次のような配慮があれば十分であると私には思われる。 すなわち、都市には何ら便益をもたらさない一方で、在留外人たちに不名誉を与えているように思われるすべてのものを取り除き、また、在留外人の重装歩兵が市民と共に従軍することも取り除くならばである。
μέγας μὲν γὰρ ὁ κίνδυνος ἀπόντι· μέγα δὲ καὶ τὸ ἀπὸ τῶν τέκνων καὶ τῶν οἰκιῶν ἀπιέναι.
というのも、家を離れている者にとって危険は大きく、また子供たちや家庭から離れていくこともまた重大なことだからである。
§2.3ἀλλὰ μὴν καὶ ἡ πόλις γʼ ἂν ὠφεληθείη, εἰ οἱ πολῖται μετʼ ἀλλήλων στρατεύοιντο μᾶλλον ἢ εἰ συντάττοιντο αὐτοῖς, ὥσπερ νῦν, Λυδοὶ καὶ Φρύγες καὶ Σύροι καὶ ἄλλοι παντοδαποὶ βάρβαροι·
そのうえ、市民たちが、現在のようにリュディア人やフリュギア人やシリア人、その他のあらゆる異民族たちと同じ隊列を組むよりも、むしろ市民同士で共に従軍する方が、都市にとっても益となるであろう。
πολλοὶ γὰρ τοιοῦτοι τῶν μετοίκων.
在留外人にはそのような者が多く含まれているからである。
§2.4πρὸς δὲ τῷ ἀγαθῷ τῷ τούτους τοῦ συντάττεσθαι ἀφεθῆναι καὶ κόσμος ἂν τῇ πόλει εἴη, εἰ δοκοῖεν Ἀθηναῖοι εἰς τὰς μάχας αὑτοῖς μᾶλλον πιστεύειν ἢ ἀλλοδαποῖς.
彼らを退役させるという利点に加えて、アテナイ人が戦闘において他国人よりも自分たち自身を信頼しているように見えることは、都市にとっても誉れとなるであろう。
§2.5καὶ μεταδιδόντες δʼ ἄν μοι δοκοῦμεν τοῖς μετοίκοις τῶν τʼ ἄλλων ὧν καλὸν μεταδιδόναι καὶ τοῦ ἱππικοῦ εὐνουστέρους ἂν ποιεῖσθαι καὶ ἅμα ἰσχυροτέραν ἂν καὶ μείζω τὴν πόλιν ἀποδεικνύναι.
また、分け与えて差し支えない他の事柄や、騎兵隊を在留外人たちに分け与えるならば、私たちは彼らをより好意的にさせ、同時に都市をより強く、より大きく示すことができるように私には思われる。
§2.6εἶτα ἐπειδὴ καὶ πολλὰ οἰκιῶν ἔρημά ἐστιν ἐντὸς τῶν τειχῶν καὶ οἰκόπεδα, εἰ ἡ πόλις διδοίη οἰκοδομησομένοις ἐγκεκτῆσθαι οἳ ἂν αἰτούμενοι ἄξιοι δοκῶσιν εἶναι, πολὺ ἂν οἴομαι καὶ διὰ ταῦτα πλείους τε καὶ βελτίους ὀρέγεσθαι τῆς Ἀθήνησιν οἰκήσεως.
さらに、城壁の内側には多くの空き家や宅地があるのだから、もし都市が、願い出てふさわしいと思われる人々に所有権を認めるならば、このことによっても、より多く、またより優れた人々がアテナイでの居住を望むようになると私は考える。
§2.7καὶ εἰ μετοικοφύλακάς γε ὥσπερ ὀρφανοφύλακας ἀρχὴν καθισταῖμεν, καὶ τούτοις τιμή τις ἐπείη οἵτινες πλείστους μετοίκους ἀποδείξειαν, καὶ τοῦτο εὐνουστέρους ἂν τοὺς μετοίκους ποιοίη καί, ὡς τὸ εἰκός, πάντες ἂν οἱ ἀπόλιδες τῆς Ἀθήνησι μετοικίας ὀρέγοιντο καὶ τὰς προσόδους ἂν αὔξοιεν.
そして、もし私たちが「孤児守護官」のように「在留外人守護官」という職を設置し、最も多くの在留外人を登録した者に何らかの栄誉が与えられるならば、このこともまた在留外人たちをより好意的にし、当然のことながら、国を失ったすべての人がアテナイでの在留を望むようになり、収入を増やすことになるであろう。