§1.1ἐγὼ μὲν τοῦτο ἀεί ποτε νομίζω, ὁποῖοί τινες ἂν οἱ προστάται ὦσι, τοιαύτας καὶ τὰς πολιτείας γίγνεσθαι.
我始终认为,领导者是什么样的人,国家政体就会变成什么样。
ἐπεὶ δὲ τῶν Ἀθήνησι προεστηκότων ἔλεγόν τινες ὡς γιγνώσκουσι μὲν τὸ δίκαιον οὐδενὸς ἧττον τῶν ἄλλων ἀνθρώπων, διὰ δὲ τὴν τοῦ πλήθους πενίαν ἀναγκάζεσθαι ἔφασαν ἀδικώτεροι εἶναι περὶ τὰς πόλεις, ἐκ τούτου ἐπεχείρησα σκοπεῖν εἴ πῃ δύναιντʼ ἂν οἱ πολῖται διατρέφεσθαι ἐκ τῆς ἑαυτῶν, ὅθενπερ καὶ δικαιότατον, νομίζων, εἰ τοῦτο γένοιτο, ἅμα τῇ τε πενίᾳ αὐτῶν ἐπικεκουρῆσθαι ἂν καὶ τῷ ὑπόπτους τοῖς Ἕλλησιν εἶναι.
既然雅典的一些领导人曾说,他们对正义的理解不亚于任何人,却又声称由于群众的贫困,他们被迫对各城邦做出不公的事,因此,我便开始探究,公民们是否能以某种方式靠自己的土地供养自己,这自然是最正义的途径,因为我认为,如果这一点得以实现,既能缓解他们的贫困,又能消除希腊人对他们的猜疑。
§1.2σκοποῦντι δή μοι ἃ ἐπενόησα τοῦτο μὲν εὐθὺς ἀνεφαίνετο, ὅτι ἡ χώρα πέφυκεν οἵα πλείστας προσόδους παρέχεσθαι.
当我思考自己所想到的这些事情时,首先立刻显现出这一点,即这片土地天生就能提供极多的收入。
ὅπως δὲ γνωσθῇ ὅτι ἀληθὲς τοῦτο λέγω, πρῶτον διηγήσομαι τὴν φύσιν τῆς Ἀττικῆς.
为了让人明白我所说属实,我将首先叙述阿提卡的自然禀赋。
§1.3οὐκοῦν τὸ μὲν τὰς ὥρας ἐνθάδε πρᾳοτάτας εἶναι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ· ἃ γοῦν πολλαχοῦ οὐδὲ βλαστάνειν δύναιτʼ ἂν ἐνθάδε καρποφορεῖ.
事实上,这里的气候极其温和,这正由在此生长的作物本身所证明;总之,在许多地方甚至无法发芽的植物,在这里却能开花结果。
ὥσπερ δὲ ἡ γῆ, οὕτω καὶ ἡ περὶ τὴν χώραν θάλαττα παμφορωτάτη ἐστίν.
如同土地一样,环绕该地区的海洋也极其丰饶。
καὶ μὴν ὅσαπερ οἱ θεοὶ ἐν ταῖς ὥραις ἀγαθὰ παρέχουσι, καὶ ταῦτα πάντα ἐνταῦθα πρῳαίτατα μὲν ἄρχεται, ὀψιαίτατα δὲ λήγει.
再者,神明在各季节所赐予的一切美好事物,在这里都开始得最早,而结束得最迟。
§1.4οὐ μόνον δὲ κρατεῖ τοῖς ἐπʼ ἐνιαυτὸν θάλλουσί τε καὶ γηράσκουσιν, ἀλλὰ καὶ ἀίδια ἀγαθὰ ἔχει ἡ χώρα.
这片土地不仅在每年繁茂又枯萎的作物上占优势,而且还拥有永恒的财富。
πέφυκε μὲν γὰρ λίθος ἐν αὐτῇ ἄφθονος, ἐξ οὗ κάλλιστοι μὲν ναοί, κάλλιστοι δὲ βωμοὶ γίγνονται, εὐπρεπέστατα δὲ θεοῖς ἀγάλματα· πολλοὶ δʼ αὐτοῦ καὶ Ἕλληνες καὶ βάρβαροι προσδέονται.
因为这里产有丰富的石材,由此建造出最美丽的庙宇、最美丽的祭坛,以及最庄严的神像;许多希腊人和蛮族人都对它有需求。
§1.5ἔστι δὲ καὶ γῆ ἣ σπειρομένη μὲν οὐ φέρει καρπόν, ὀρυττομένη δὲ πολλαπλασίους τρέφει ἢ εἰ σῖτον ἔφερε.
还有一些土地,虽然播种时不能结出果实,但开掘时却比产出谷物时能养活多得多的手。
καὶ μὴν ὑπάργυρός ἐστι σαφῶς θείᾳ μοίρᾳ· πολλῶν γοῦν πόλεων παροικουσῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς οὐδεμίαν τούτων οὐδὲ μικρὰ φλὲψ ἀργυρίτιδος διήκει.
而且,显然由于神明的恩赐,这里富含银矿;总之,尽管在陆路和海路上都有许多邻近的城邦,但在它们当中,没有任何一个哪怕有一小条银矿脉延伸进去。
§1.6οὐκ ἂν ἀλόγως δέ τις οἰηθείη τῆς Ἑλλάδος καὶ πάσης δὲ τῆς οἰκουμένης ἀμφὶ τὰ μέσα οἰκεῖσθαι τὴν πόλιν.
此外,有人若认为这座城市坐落在希腊乃至整个居住世界的中心附近,也不是没有道理的。
ὅσῳ γὰρ ἄν τινες πλέον ἀπέχωσιν αὐτῆς, τοσούτῳ χαλεπωτέροις ἢ ψύχεσιν ἢ θάλπεσιν ἐντυγχάνουσιν· ὁπόσοι τʼ ἂν αὖ βουληθῶσιν ἀπʼ ἐσχάτων τῆς Ἑλλάδος ἐπʼ ἔσχατα ἀφικέσθαι, πάντες οὗτοι ὥσπερ κύκλου τόρνον τὰς Ἀθήνας ἢ παραπλέουσιν ἢ παρέρχονται.
因为人们离它越远,就会遇到越严酷的寒冷或酷暑;而那些想要从希腊的一端旅行到另一端的人,所有人都会像绕着圆规画出的圆圈一样,要么乘船经过,要么陆路穿过雅典。
§1.7καὶ μὴν οὐ περίρρυτός γε οὖσα ὅμως ὥσπερ νῆσος πᾶσιν ἀνέμοις προσάγεταί τε ὧν δεῖται καὶ ἀποπέμπεται ἃ βούλεται· ἀμφιθάλαττος γάρ ἐστι.
再者,它虽然不被水环绕,却如同岛屿一样,可以凭着所有的风输入所需的物资,并输出想要出口的物资;因为它两面临海。
καὶ κατὰ γῆν δὲ πολλὰ δέχεται ἐμπορίᾳ· ἤπειρος γάρ ἐστιν.
而且在陆路上,它也通过贸易接纳许多货物;因为它也是大陆。
§1.8ἔτι δὲ ταῖς μὲν πλείσταις πόλεσι βάρβαροι προσοικοῦντες πράγματα παρέχουσιν· Ἀθήναις δὲ γειτονεύουσιν αἳ καὶ αὐταὶ πλεῖστον ἀπέχουσι τῶν βαρβάρων.
此外,大多数城邦都因邻近的蛮族而烦恼,而与雅典相邻的城邦,其自身也离蛮族最远。