§2.9καὶ μέντοι οὐκ ἐψεύσθη.
而事实上,他的期望并没有落空。
διηγήσομαι δὲ καὶ τὴν μάχην· καὶ γὰρ ἐγένετο οἵαπερ οὐκ ἄλλη τῶν ἐφʼ ἡμῶν.
我也将叙述这场战斗;因为在我们这个时代,它确实是绝无仅有的。
συνῇσαν μὲν γὰρ εἰς τὸ κατὰ Κορώνειαν πεδίον οἱ μὲν σὺν Ἀγησιλάῳ ἀπὸ τοῦ Κηφισοῦ, οἱ δὲ σὺν τοῖς Θηβαίοις ἀπὸ τοῦ Ἑλικῶνος.
因为与阿格西劳斯同行的人从凯菲索斯河出发,与底比斯人同行的人从赫利孔山出发,双方在科罗内亚平原相遇。
ἑώρων δὲ τάς τε φάλαγγας ἀλλήλων μάλα ἰσοπάλους, σχεδὸν δὲ καὶ οἱ ἱππεῖς ἦσαν ἑκατέρων ἰσοπληθεῖς.
他们看到彼此的方阵势均力敌,双方的骑兵在数量上也几乎相等。
εἶχε δὲ Ἀγησίλαος μὲν τὸ δεξιὸν τοῦ μεθʼ ἑαυτοῦ, Ὀρχομένιοι δὲ ἔσχατοι ἦσαν αὐτῷ τοῦ εὐωνύμου.
阿格西劳斯率领自己部属的右翼,而奥尔科梅诺斯人则处于他左翼的最外侧。
οἱ δʼ αὖ Θηβαῖοι αὐτοὶ μὲν δεξιοὶ ἦσαν, Ἀργεῖοι δʼ αὐτοῖς τὸ εὐώνυμον εἶχον.
相反,底比斯人自己占据右翼,而阿戈斯人则为他们据守左翼。
§2.10συνιόντων δὲ τέως μὲν σιγὴ πολλὴ ἦν ἀπʼ ἀμφοτέρων· ἡνίκα δὲ ἀπεῖχον ἀλλήλων ὅσον στάδιον, ἀλαλάξαντες οἱ Θηβαῖοι δρόμῳ ὁμόσε ἐφέροντο.
双方逼近时,起初彼此都保持着极大的寂静;但当双方相距约一斯塔德时,底比斯人高呼战吼,全速向前冲杀。
ὡς δὲ τριῶν ἔτι πλέθρων ἐν μέσῳ ὄντων ἀντεξέδραμον ἀπὸ τῆς Ἀγησιλάου φάλαγγος ὧν Ἡριππίδας ἐξενάγει
当双方之间还剩下三普勒特隆的距离时,在阿格西劳斯的方阵中,由赫里皮达斯所统领的雇佣兵们挺身迎击。
§2.11(ἦσαν δʼ οὗτοι τῶν τε ἐξ οἴκου αὐτῷ συστρατευσαμένων καὶ τῶν Κυρείων τινές), καὶ Ἴωνες δὲ καὶ Αἰολεῖς καὶ Ἑλλησπόντιοι ἐχόμενοι.
(这些人是随他自本土一同出征的士兵以及库列奥斯旧部中的一部分),紧接着的是伊奥尼亚人、埃奥利斯人和赫勒斯滂人。
καὶ πάντες οὗτοι τῶν συνεκδραμόντων τε ἐγένοντο καὶ εἰς δόρυ ἀφικόμενοι ἐτρέψαντο τὸ καθʼ ἑαυτούς.
所有这些人加入了突击,并在兵刃交接时击溃了他们对面的敌人。
Ἀργεῖοι μέντοι οὐκ ἐδέξαντο τοὺς ἀμφʼ Ἀγησίλαον, ἀλλʼ ἔφυγον ἐπὶ τὸν Ἑλικῶνα.
然而,阿戈斯人并没有迎战阿格西劳斯身边的人,而是逃往赫利孔山。
κἀνταῦθα οἱ μέν τινες τῶν ξένων ἐστεφάνουν ἤδη τὸν Ἀγησίλαον, ἀγγέλλει δέ τις αὐτῷ ὅτι Θηβαῖοι τοὺς Ὀρχομενίους διακόψαντες ἐν τοῖς σκευοφόροις εἰσί.
就在那时,一些外邦盟友已经开始为阿格西劳斯戴上胜利的花冠,但有人向他报告,底比斯人已经突破了奥尔科梅诺斯人的防线,正处于辎重队中。
καὶ ὁ μὲν εὐθὺς ἐξελίξας τὴν φάλαγγα ἦγεν ἐπʼ αὐτούς· οἱ δʼ αὖ Θηβαῖοι ὡς εἶδον τοὺς συμμάχους πρὸς τῷ Ἑλικῶνι πεφευγότας, διαπεσεῖν βουλόμενοι πρὸς τοὺς ἑαυτῶν ἐχώρουν ἐρρωμένως.
于是他立即将方阵反转,率军向他们进发;而底比斯人一见盟友已逃往赫利孔山,便渴望冲破包围以与己方合流,强有力地向前推进。
§2.12ἐνταῦθα δὴ Ἀγησίλαον ἀνδρεῖον μὲν ἔξεστιν εἰπεῖν ἀναμφιλόγως, οὐ μέντοι εἵλετό γε τὰ ἀσφαλέστατα·
在这里,确实可以毫无争议地称赞阿格西劳斯是勇敢的,但他绝没有选择最安全的道路。
ἐξὸν γὰρ αὐτῷ παρέντι τοὺς διαπίπτοντας ἑπομένῳ χειροῦσθαι τοὺς ὄπισθεν οὐκ ἐποίησε τοῦτο, ἀλλʼ ἀντιμέτωπος συνέρραξε τοῖς Θηβαίοις.
因为他本可以放过那些试图突围的人,然后尾随其后从后方制服他们,但他没有这样做,而是迎面与底比斯人猛烈对撞。
καὶ συμβαλόντες τὰς ἀσπίδας ἐωθοῦντο, ἐμάχοντο, ἀπέκτεινον, ἀπέθνῃσκον.
他们盾牌相接,互相推挤、厮杀、斩首、战死。
καὶ κραυγὴ μὲν οὐδεμία παρῆν, οὐ μὴν οὐδὲ σιγή, φωνὴ δέ τις ἦν τοιαύτη οἵαν ὀργή τε καὶ μάχη παράσχοιτʼ ἄν.
现场没有任何呼喊声,但也绝非寂静,而是一种愤怒与战斗才会产生的那种声音。
τέλος δὲ τῶν Θηβαίων οἱ μὲν διαπίπτουσι πρὸς τὸν Ἑλικῶνα, πολλοὶ δʼ ἀποχωροῦντες ἀπέθανον.
最终,底比斯人的一部分突围前往赫利孔山,但许多人在退却时丧命。
§2.13ἐπειδὴ δὲ ἡ μὲν νίκη σὺν Ἀγησιλάῳ ἐγένετο, τετρωμένος δʼ αὐτὸς προσηνέχθη πρὸς τὴν φάλαγγα, προσελάσαντές τινες τῶν ἱππέων λέγουσιν αὐτῷ ὅτι τῶν πολεμίων ὀγδοήκοντα σὺν τοῖς ὅπλοις ὑπὸ τῷ ναῷ εἰσι, καὶ ἠρώτων τί χρὴ ποιεῖν.
胜局已归于阿格西劳斯,而他自己因负伤被抬回方阵时,几名骑兵骑马奔来向他报告,敌军中有八十人正携带着武器躲在神殿下,并询问应该如何处置。
ὁ δὲ καίπερ πολλὰ τραύματα ἔχων πάντοσε καὶ παντοίοις ὅπλοις ὅμως οὐκ ἐπελάθετο τοῦ θείου, ἀλλʼ ἐᾶν τε ἀπιέναι ὅποι βούλοιντο ἐκέλευε καὶ ἀδικεῖν οὐκ εἴα, καὶ προπέμψαι ἐπέταξε τοὺς ἀμφʼ αὐτὸν ἱππεῖς ἔστε ἐν τῷ ἀσφαλεῖ ἐγένοντο.
他虽然浑身受了许多由各种武器造成的伤,却依然没有忘记神明,反而下令允许他们去任何想去的地方,不许对他们进行伤害,并派自己身边的骑兵护送他们,直到他们抵达安全地带。
§2.14ἐπεί γε μὴν ἔληξεν ἡ μάχη, παρῆν δὴ θεάσασθαι ἔνθα συνέπεσον ἀλλήλοις τὴν μὲν γῆν αἵματι πεφυρμένην, νεκροὺς δὲ κειμένους φιλίους καὶ πολεμίους μετʼ ἀλλήλων, ἀσπίδας δὲ διατεθρυμμένας, δόρατα συντεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ δʼ ἐν σώματι, τὰ δʼ ἔτι μετὰ χεῖρας.
战斗停息后,确实可以目睹在他们相互交锋的地方,大地被鲜血染红,盟友与敌人的尸体混杂地躺在一起,盾牌被砸碎,长矛被折断,短剑脱鞘而出,有的散落在地上,有的插在尸体里,有的仍握在手中。
§2.15τότε μὲν οὖν (καὶ γὰρ ἦν ἤδη ὀψέ) συνελκύσαντες τοὺς τῶν πολεμίων νεκροὺς εἴσω φάλαγγος ἐδειπνοποιήσαντο καὶ ἐκοιμήθησαν·
那时(因为天色已晚),他们将敌人的尸体拖进方阵内部,吃完晚餐便睡下了。
πρῲ δὲ Γῦλιν τὸν πολέμαρχον παρατάξαι τε ἐκέλευσε τὸ στράτευμα καὶ τρόπαιον ἵστασθαι καὶ στεφανοῦσθαι πάντας τῷ θεῷ καὶ τοὺς αὐλητὰς πάντας αὐλεῖν.
次日清晨,他命令波勒马科斯(军长)居里斯整理军队,立起战胜纪念碑,全军向神献戴花冠,所有的笛手吹奏起笛子。