§2.16καὶ οἱ μὲν ταῦτʼ ἐποίουν· οἱ δὲ Θηβαῖοι ἔπεμψαν κήρυκα, ὑποσπόνδους τοὺς νεκροὺς αἰτοῦντες θάψαι.
他们便执行了这些命令;而底比斯人派来使者,请求在休战协定下收尸安葬。
καὶ οὕτως δὴ αἵ τε σπονδαὶ γίγνονται καὶ ὁ Ἀγησίλαος οἴκαδε ἀπεχώρει, ἑλόμενος ἀντὶ τοῦ μέγιστος εἶναι ἐν τῇ Ἀσίᾳ οἴκοι τὰ νόμιμα μὲν ἄρχειν, τὰ νόμιμα δὲ ἄρχεσθαι.
如此休战协议达成,阿格西劳斯踏上归途。 他宁愿选择在祖国依法统治并依法受治,也不愿成为亚洲至高无上的人物。
§2.17ἐκ δὲ τούτου κατανοήσας τοὺς Ἀργείους τὰ μὲν οἴκοι καρπουμένους, Κόρινθον δὲ προσειληφότας, ἡδομένους δὲ τῷ πολέμῳ, στρατεύει ἐπʼ αὐτούς·
此后,他注意到阿戈斯人在国内享受着收成,同时占领了科林斯,并以战争为乐,于是便向他们发动了远征。
καὶ δῃώσας πᾶσαν αὐτῶν τὴν χώραν εὐθὺς ἐκεῖθεν ὑπερβαλὼν κατὰ τὰ στενὰ εἰς Κόρινθον αἱρεῖ τὰ ἐπὶ τὸ Λέχαιον τείνοντα τείχη·
在蹂躏了他们的全部领土之后,他立即从那里越过狭道进入科林斯,占领了延伸至莱凯翁的城墙。
καὶ ἀναπετάσας τῆς Πελοποννήσου τὰς πύλας οὕτως οἴκαδε ἀπελθὼν εἰς τὰ Ὑακίνθια ὅπου ἐτάχθη ὑπὸ τοῦ χοροποιοῦ τὸν παιᾶνα τῷ θεῷ συνεπετέλει.
如此他敞开了伯罗奔尼撒的大门,并这样回到了家乡,在雅辛托斯节上,在合唱队长指派给他的位置上,与众人一同为神明齐唱赞美诗。
§2.18ἐκ τούτου δὲ αἰσθανόμενος τοὺς Κορινθίους πάντα μὲν τὰ κτήνη ἐν τῷ Πειραίῳ σῳζομένους, πᾶν δὲ τὸ Πείραιον σπείροντας καὶ καρπουμένους, μέγιστον δὲ ἡγησάμενος ὅτι Βοιωτοὶ ταύτῃ ἐκ Κρεύσιος ὁρμώμενοι εὐπετῶς τοῖς Κορινθίοις παρεγίγνοντο, στρατεύει ἐπὶ τὸ Πείραιον.
此后,他发觉科林斯人将所有的牲畜安全地保管在培赖翁,并在培赖翁全境播种和收获;他又认为,玻俄提亚人从克勒乌西斯出发,极易通过这条路线前来援助科林斯人,这是最重大的问题,于是他向培赖翁发动了远征。
ἰδὼν δὲ ὑπὸ πολλῶν φυλαττόμενον, ὡς ἐνδιδομένης τῆς πόλεως ἐξ ἀρίστου μετεστρατοπεδεύσατο πρὸς τὸ ἄστυ·
但他看到该地有重兵把守,便伪装成城市正被内应出卖的样子,在午餐后将营地移向该市。
§2.19αἰσθόμενος δὲ ὑπὸ νύκτα βεβοηθηκότας ἐκ τοῦ Πειραίου εἰς τὴν πόλιν πασσυδίᾳ, ὑποστρέψας ἅμα τῇ ἡμέρᾳ αἱρεῖ τὸ Πείραιον, ἔρημον εὑρὼν φυλακῆς, καὶ τά τε ἄλλα τὰ ἐνόντα λαμβάνει καὶ τὰ τείχη ἃ ἐνετετείχιστο.
他发觉对方在夜间已倾巢出动,从培赖翁赶往城中增援,便在破晓时折返,占领了培赖翁,发现该地已无守军;他不仅夺取了其中的其他一切物资,还占领了建在那里的城墙。
§2.20ταῦτα δὲ ποιήσας οἴκαδε ἀπεχώρησε.
完成这些事后,他便回国了。
μετὰ δὲ ταῦτα προθύμων ὄντων τῶν Ἀχαιῶν εἰς τὴν συμμαχίαν καὶ δεομένων συστρατεύειν αὐτοῖς εἰς Ἀκαρνανίαν καὶ ἐπιθεμένων ἐν στενοῖς τῶν Ἀκαρνάνων καταλαβὼν τὰ ὑπὲρ κεφαλῆς αὐτῶν μάχην συνάπτει καὶ πολλοὺς ἀποκτείνας αὐτῶν τρόπαιον ἐστήσατο, καὶ οὐ πρότερον ἔληξε πρὶν Ἀχαιοῖς μὲν φίλους ἐποίησεν Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς καὶ Ἀργείους, ἑαυτῷ δὲ καὶ συμμάχους.
此后,由于阿凯亚人热切渴望同盟,并请求他一同远征阿卡纳尼亚,而阿卡纳尼亚人在峡谷中发动了袭击,他便占领了他们头顶的高地,与之交战,在斩杀多人后立起战胜纪念碑;直到他使阿卡纳尼亚人、埃托利亚人和阿戈斯人成为阿凯亚人的朋友,并使之成为他自己的盟友,他才停止行动。
§2.21ἐπειδὴ δὲ εἰρήνης ἐπιθυμήσαντες οἱ πολέμιοι ἐπρεσβεύοντο, Ἀγησίλαος ἀντεῖπε τῇ εἰρήνῃ, ἕως τοὺς διὰ Λακεδαιμονίους φυγόντας Κορινθίων καὶ Θηβαίων ἠνάγκασε τὰς πόλεις οἴκαδε καταδέξασθαι.
当敌人渴望和平并派遣使者时,阿格西劳斯反对议和,直到他迫使各邦接纳那些因拉刻代蒙人而被流放的科林斯人和底比斯人重返家园。
ὕστερον δʼ αὖ καὶ Φλειασίων τοὺς διὰ Λακεδαιμονίους φυγόντας κατήγαγεν, αὐτὸς στρατευσάμενος ἐπὶ Φλειοῦντα.
后来,他甚至亲自远征弗利乌斯,使那些因拉刻代蒙人而被流放的弗利乌斯人得以复归。
εἰ δέ τις ἄλλῃ πῃ ταῦτα μέμφεται, ἀλλʼ οὖν φιλεταιρίᾳ γε πραχθέντα φανερά ἐστι.
即便有人在其他方面对此有所指摘,但显而易见的是,这些举动完全是出于对友人的忠诚。
§2.22καὶ γὰρ ἐπεὶ τοὺς ἐν Θήβαις τῶν Λακεδαιμονίων κατέκανον οἱ ἐναντίοι, βοηθῶν αὖ τούτοις στρατεύει ἐπὶ τὰς Θήβας.
的确,当对立派在底比斯杀害了拉刻代蒙派的人时,他为了援助这些人而再次向底比斯发动远征。
εὑρὼν δὲ ἀποτεταφρευμένα καὶ ἀπεσταυρωμένα ἅπαντα, ὑπερβὰς τὰς Κυνὸς κεφαλὰς ἐδῄου τὴν χώραν μέχρι τοῦ ἄστεως, παρέχων καὶ ἐν πεδίῳ καὶ ἀνὰ τὰ ὄρη μάχεσθαι Θηβαίοις, εἰ βούλοιντο.
他发现一切都筑有战壕和栅栏,便越过犬头山,一路蹂躏其领土直至城下,使底比斯人若有意愿,便可在平原或山地交战。
ἐστράτευσε δὲ καὶ τῷ ἐπιόντι ἔτει πάλιν ἐπὶ Θήβας· καὶ ὑπερβὰς τὰ κατὰ Σκῶλον σταυρώματα καὶ τάφρους ἐδῄωσε τὰ λοιπὰ τῆς Βοιωτίας.
第二年,他再次向底比斯进军;他越过了斯科罗斯附近的栅栏和战壕,蹂躏了玻俄提亚其余的地方。
§2.23τὰ μὲν δὴ μέχρι τούτου κοινῇ αὐτός τε καὶ ἡ πόλις ηὐτύχει· ὅσα γε μὴν μετὰ τοῦτο σφάλματα ἐγένοντο οὐδεὶς ἂν εἴποι ὡς Ἀγησιλάου ἡγουμένου ἐπράχθη.
确实,直到此时,他个人与城邦都共同享有幸运;然而此后所发生的种种挫败,绝无一人能说是在阿格西劳斯领导下造成的。
ἐπεὶ δʼ αὖ τῆς ἐν Λεύκτροις συμφορᾶς γεγενημένης κατακαίνουσι τοὺς ἐν Τεγέᾳ φίλους καὶ ξένους αὐτοῦ οἱ ἀντίπαλοι σὺν Μαντινεῦσι, συνεστηκότων ἤδη Βοιωτῶν τε πάντων καὶ Ἀρκάδων καὶ Ἠλείων, στρατεύει σὺν μόνῃ τῇ Λακεδαιμονίων δυνάμει, πολλῶν νομιζόντων οὐδʼ ἂν ἐξελθεῖν Λακεδαιμονίους πολλοῦ χρόνου ἐκ τῆς αὑτῶν.
另一方面,在留克特拉惨败发生后,他的对手们与万提内亚人一同杀害了他在帖革亚的朋友和宾客,而当时所有的玻俄提亚人、阿卡迪亚人和伊利斯人已经联合起来。 尽管许多人认为拉刻代蒙人甚至在很长一段时间内都无法走出自己的国土,他却仅凭拉刻代蒙的军队独自出征。
δῃώσας δὲ τὴν χώραν τῶν κατακανόντων τοὺς φίλους οὕτως αὖ οἴκαδε ἀπεχώρησεν.
在蹂躏了那些杀害他朋友之人的领土之后,他又以这种方式回到了家乡。