Humanitext Reader

色诺芬 · 阿格西劳斯传 §11.1-11.8

阿格西劳斯虔诚与个人美德的总结

第 17 段,共 18 段 · 希腊语

内容简介

本段摘要回顾并赞美了阿格西劳斯的美德与品格,重点阐述了他对神明的敬畏、人际交往的态度、作为君主的作为以及对财富的慷慨。

§11.1βούλομαι δὲ καὶ ἐν κεφαλαίοις ἐπανελθεῖν τὴν ἀρετὴν αὐτοῦ, ὡς ἂν ὁ ἔπαινος εὐμνημονεστέρως ἔχῃ.
我亦欲概要回顾其美德,以便使此赞颂更易于记忆。
Ἀγησίλαος ἱερὰ μὲν καὶ τὰ ἐν τοῖς πολεμίοις ἐσέβετο, ἡγούμενος τοὺς θεοὺς οὐχ ἧττον ἐν τῇ πολεμίᾳ χρῆναι ἢ ἐν τῇ φιλίᾳ συμμάχους ποιεῖσθαι· ἱκέτας δὲ θεῶν οὐδὲ ἐχθροὺς ἐβιάζετο, νομίζων ἄλογον εἶναι τοὺς μὲν ἐξ ἱερῶν κλέπτοντας ἱεροσύλους καλεῖν, τοὺς δὲ βωμῶν ἱκέτας ἀποσπῶντας εὐσεβεῖς ἡγεῖσθαι.
阿格西劳斯一方面甚至对敌境中的神圣之物也心存敬畏,因为他认为,在敌国境内和在友邦境内一样,都同样需要争取神明作为盟友;另一方面,对于神明的祈求者,哪怕他们是敌人,他也绝不加以侵害,因为他认为,一方面把从神殿中偷盗的人称为神圣偷盗者,另一方面却把从祭坛上拽走祈求者的人视为敬虔,这是不合情理的。
§11.2ἐκεῖνός γε μὴν ὑμνῶν οὔποτʼ ἔληγεν ὡς τοὺς θεοὺς οἴοιτο οὐδὲν ἧττον ὁσίοις ἔργοις ἢ ἁγνοῖς ἱεροῖς ἥδεσθαι.
事实上,他从未停止宣称,他相信神明喜悦虔诚的行径不亚于清净的祭品。
ἀλλὰ μὴν καὶ ὁπότε εὐτυχοίη, οὐκ ἀνθρώπων ὑπερεφρόνει, ἀλλὰ θεοῖς χάριν ᾔδει.
而且,每当他顺遂之时,他从不蔑视凡人,而是向神明表示感谢。
καὶ θαρρῶν πλείονα ἔθυεν ἢ ὀκνῶν ηὔχετο.
相比于在犹豫畏缩时祈祷,他更愿在满怀信心时献祭。
εἴθιστο δὲ φοβούμενος μὲν ἱλαρὸς φαίνεσθαι, εὐτυχῶν δὲ πρᾷος εἶναι.
他习惯在心怀恐惧时显露欢颜,而在顺遂得意时保持温和。
§11.3τῶν γε μὴν φίλων οὐ τοὺς δυνατωτάτους ἀλλὰ τοὺς προθυμοτάτους μάλιστα ἠσπάζετο.
至于他的朋友,他最热切欢迎的并非那些最有权势的人,而是那些最为热诚的人。
ἐμίσει οὐκ εἴ τις κακῶς πάσχων ἠμύνετο, ἀλλʼ εἴ τις εὐεργετούμενος ἀχάριστος φαίνοιτο.
他所憎恨的,并非是在遭受侵害时进行自卫的人,而是那些深受恩惠却显得忘恩负义的人。
ἔχαιρε δὲ τοὺς μὲν αἰσχροκερδεῖς πένητας ὁρῶν, τοὺς δὲ δικαίους πλουσίους ποιῶν, βουλόμενος τὴν δικαιοσύνην τῆς ἀδικίας κερδαλεωτέραν καθιστάναι.
他乐于见到贪图不义之财的人陷于贫困,而让公正的人变得富有,因为他希望使公正比不公更有利可图。
§11.4ἤσκει δὲ ἐξομιλεῖν μὲν παντοδαποῖς, χρῆσθαι δὲ τοῖς ἀγαθοῖς.
他习惯与各色人等交往,但仅与贤德之人深交。
ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινὰς ἀκούοι, οὐχ ἧττον ᾤετο καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.
每当听到有人诽谤或赞美某些人时,他认为自己对说话者性格的了解,不亚于对被谈论者的了解。
καὶ τοὺς μὲν ὑπὸ φίλων ἐξαπατωμένους οὐκ ἔψεγε, τοὺς δὲ ὑπὸ πολεμίων πάμπαν κατεμέμφετο, καὶ τὸ μὲν ἀπιστοῦντας ἐξαπατᾶν σοφὸν ἔκρινε, τὸ δὲ πιστεύοντας ἀνόσιον.
他不指责那些被朋友欺骗的人,却对被敌人欺骗的人痛加指责;他判定欺骗心存戒备之人是聪明的,而欺骗信任自己的人则是大逆不道的。
§11.5ἐπαινούμενος δὲ ἔχαιρεν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων τὰ μὴ ἀρεστά, καὶ τῶν παρρησιαζομένων οὐδένα ἤχθραινε, τοὺς δὲ κρυψίνους ὥσπερ ἐνέδρας ἐφυλάττετο.
在受到赞美时,他乐于被那些同样乐于批评不妥之处的人赞美,且从不怨恨任何直言不讳的人,却像防范埋伏一样提防那些心怀鬼胎的人。
τούς γε μὴν διαβόλους μᾶλλον ἢ τοὺς κλέπτας ἐμίσει, μείζω ζημίαν ἡγούμενος φίλων ἢ χρημάτων στερίσκεσθαι.
事实上,他憎恨诽谤者甚于小偷,因为他认为失去朋友是比失去金钱更大的损失。
§11.6καὶ τὰς μὲν τῶν ἰδιωτῶν ἁμαρτίας πρᾴως ἔφερε, τὰς δὲ τῶν ἀρχόντων μεγάλας ἦγε, κρίνων τοὺς μὲν ὀλίγα, τοὺς δὲ πολλὰ κακῶς διατιθέναι.
他宽容对待普通公民的过错,却把掌权者的过错视为重大,因为他判定前者造成的危害甚小,而后者造成的危害极大。
τῇ δὲ βασιλείᾳ προσήκειν ἐνόμιζεν οὐ ῥᾳδιουργίαν ἀλλὰ καλοκἀγαθίαν.
他认为,配得上王权的并非玩忽职守,而是高尚与美德。
§11.7καὶ τοῦ μὲν σώματος εἰκόνα στήσασθαι ἀπέσχετο, πολλῶν αὐτῷ τοῦτο δωρεῖσθαι θελόντων, τῆς δὲ ψυχῆς οὐδέποτε ἐπαύετο μνημεῖα διαπονούμενος, ἡγούμενος τὸ μὲν ἀνδριαντοποιῶν, τὸ δὲ αὑτοῦ ἔργον εἶναι, καὶ τὸ μὲν πλουσίων, τὸ δὲ τῶν ἀγαθῶν.
尽管许多人想向他赠送肖像,但他依然克制自己,不立自己肉身的塑像,却从未停止精心塑造自己心灵的丰碑,因为他认为,前者是雕塑家的工作,而后者是自己的工作,前者属于富人,后者属于善人。
§11.8χρήμασί γε μὴν οὐ μόνον δικαίως ἀλλὰ καὶ ἐλευθερίως ἐχρῆτο, τῷ μὲν δικαίῳ ἀρκεῖν ἡγούμενος τὸ ἐὰν τὰ ἀλλότρια, τῷ δὲ ἐλευθερίῳ καὶ τῶν ἑαυτοῦ προσωφελητέον εἶναι.
至于财产,他不仅使用得公正,而且十分慷慨,因为他认为,对于公正之人而言,不染指他人之物便已足够,但对于慷慨之人而言,还必须用自己的财产去资助他人。
αἰεὶ δὲ δεισιδαίμων ἦν, νομίζων τοὺς μὲν καλῶς ζῶντας οὔπω εὐδαίμονας, τοὺς δὲ εὐκλεῶς τετελευτηκότας ἤδη μακαρίους.
他始终敬畏神明,认为那些生活美满的人尚算不得幸福,只有那些光荣死去的人才称得上真正有福。

词汇与语法注释

  1. §11.1ὡς ἂν ... ἔχῃ — 引导目的从句的连词 ὡς 连同助词 ἄν,后接虚拟语气(ἔχῃ)构成目的从句。此外,“副词 + ἔχω”的结构表示某种状态,等同于 εὐμνημονέστερος ᾖ(更易于记忆)。
  2. §11.2ὑμνῶν οὔποτʼ ἔληγεν — 动词 λήγω(停止)后接补充性分词(此处为现在时主动分词 ὑμνῶν),意为“从未停止赞美/宣称”。
  3. §11.3οὐκ εἴ τις ... ἀλλʼ εἴ τις — 憎恨的对象以 εἰ 引导的条件从句形式表示,分别使用了不同的语气:前者为直说语气过去时(ἠμύνετο),指代实际发生的自卫行为;后者为祈愿语气(φαίνοιτο),表示过去的一般性或重复性假设(“若有人显得……”)。
  4. §11.7τῆς δὲ ψυχῆς ... μνημεῖα — 属格 τῆς ψυχῆς 修饰 μνημεῖα(“心灵的丰碑”)。句末的 τὸ μὲν ... τὸ δὲ(前者……,后者……)分别指代前文的 τοῦ σώματος εἰκόνα(肉身的塑像)和 τῆς ψυχῆς μνημεῖα(心灵的丰碑)。

引用这一段

色诺芬, 阿格西劳斯传 §11.1-11.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0032.tlg009.humanitext-grc2:11.1-11.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。