§11.9μείζω δὲ συμφορὰν ἔκρινε τὸ γιγνώσκοντα ἢ ἀγνοοῦντα ἀμελεῖν τῶν ἀγαθῶν.
此外,他判定无论是在知情还是在不知情的情况下,忽视善好的事物都是更大的不幸。
δόξης δὲ οὐδεμιᾶς ἤρα ἧς οὐκ ἐξεπόνει τὰ ἴδια.
他绝不贪图任何自己未曾亲身付出努力去赢得的名声。
μετʼ ὀλίγων δέ μοι ἐδόκει ἀνθρώπων οὐ καρτερίαν τὴν ἀρετὴν ἀλλʼ εὐπάθειαν νομίζειν·
在我看来,他与极少数人一样,并不把美德视为一种忍耐,而是一种享受。
ἐπαινούμενος γοῦν ἔχαιρε μᾶλλον ἢ χρήματα κτώμενος.
例如,他被赞美时的快乐胜过获得财富。
ἀλλὰ μὴν ἀνδρείαν γε τὸ πλέον μετʼ εὐβουλίας ἢ μετὰ κινδύνων ἐπεδείκνυτο, καὶ σοφίαν ἔργῳ μᾶλλον ἢ λόγοις ἤσκει.
再者,他展现勇气更多是凭借明智的谋划而非涉险,实践智慧更多是通过行动而非言辞。
§11.10πρᾳότατός γε μὴν φίλοις ὢν ἐχθροῖς φοβερώτατος ἦν· καὶ πόνοις μάλιστα ἀντέχων ἑταίροις ἥδιστα ὑπεῖκε, καλῶν ἔργων μᾶλλον ἢ τῶν καλῶν σωμάτων ἐπιθυμῶν.
他对朋友最为温和,对敌人却最为可怕;他最能忍受劳苦,却最乐意对同伴让步,他渴望高尚的行径甚于俊美的肉体。
ἔν γε μὴν ταῖς εὐπραξίαις σωφρονεῖν ἐπιστάμενος ἐν τοῖς δεινοῖς εὐθαρσὴς ἐδύνατο εἶναι.
他在顺境中懂得克制,在险境中则能保持大无畏。
§11.11καὶ τὸ εὔχαρι οὐ σκώμμασιν ἀλλὰ τρόπῳ ἐπετήδευε, καὶ τῷ μεγαλόφρονι οὐ σὺν ὕβρει ἀλλὰ σὺν γνώμῃ ἐχρῆτο·
他展现优雅并非通过戏谑,而是通过举止;他运用高傲并非伴随狂妄,而是伴随理智。
τῶν γοῦν ὑπεραύχων καταφρονῶν τῶν μετρίων ταπεινότερος ἦν.
例如,他蔑视那些傲慢无礼之徒,对待谦逊温和之人则比他们更为谦卑。
καὶ γὰρ ἐκαλλωπίζετο τῇ μὲν ἀμφὶ τὸ σῶμα φαυλότητι, τῷ δʼ ἀμφὶ τὸ στράτευμα κόσμῳ καὶ τῷ μὲν αὐτὸς ὡς ἐλαχίστων δεῖσθαι, τῷ δὲ τοὺς φίλους ὡς πλεῖστα ὠφελεῖν.
因为他一方面以身体穿戴的朴素为荣,另一方面却以军队的严整为傲;一方面以自己需求极少为荣,另一方面却以最大限度地帮助朋友为傲。
§11.12πρὸς δὲ τούτοις βαρύτατος μὲν ἀνταγωνιστὴς ἦν, κουφότατος δὲ κρατήσας· ἐχθροῖς μὲν δυσεξαπάτητος, φίλοις δὲ εὐπαραπειστότατος.
除此以外,他是一个最难对付的竞争对手,但在获胜后又是最宽大的赢家;对敌人而言他极难被欺骗,对朋友而言他最易被说服。
αἰεὶ δὲ τιθεὶς τὰ τῶν φίλων ἀσφαλῶς αἰεὶ ἀμαυροῦν τὰ τῶν πολεμίων ἔργον εἶχεν.
他总是让朋友的事务处于安全之中,并始终把削弱敌人的行动视为己任。
§11.13ἐκεῖνον οἱ μὲν συγγενεῖς φιλοκηδεμόνα ἐκάλουν, οἱ δὲ χρώμενοι ἀπροφάσιστον, οἱ δʼ ὑπουργήσαντές τι μνήμονα, οἱ δʼ ἀδικούμενοι ἐπίκουρον, οἵ γε μὴν συγκινδυνεύοντες μετὰ θεοὺς σωτῆρα.
他的亲人称他为深情关切者,与他交往的人称他为毫不推诿者,曾给予他协助的人称他为念恩者,遭受不公的人称他为救助者,而与他共冒险阻的人则称他为仅次于神明的救星。
§11.14δοκεῖ δʼ ἔμοιγε καὶ τόδε μόνος ἀνθρώπων ἐπιδεῖξαι, ὅτι ἡ μὲν τοῦ σώματος ἰσχὺς γηράσκει, ἡ δὲ τῆς ψυχῆς ῥώμη τῶν ἀγαθῶν ἀνδρῶν ἀγήρατός ἐστιν.
在我看来,他还在人类中独一无二地证明了这一点:肉体的力量虽会衰老,但善人的灵魂活力却是永不衰老的。
ἐκεῖνος γοῦν οὐκ ἀπεῖπε μεγάλην καὶ καλὴν ἐφιέμενος δόξαν, ἔστε τὸ σῶμα φέρειν ἐδύνατο τὴν τῆς ψυχῆς αὐτοῦ ῥώμην.
至少,只要他的身体还能承载他灵魂的活力,他就从未放弃追求伟大而崇高的名声。
§11.15τοιγαροῦν ποίας οὐ νεότητος κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη;
因此,他的暮年显得比什么样的青春更优秀呢?
τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων;
因为有谁在年富力强时能像达到垂暮之年的阿格西劳斯那样令敌人胆寒呢?
τίνος δʼ ἐκποδὼν γενομένου μᾶλλον ἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου καίπερ γηραιοῦ τελευτήσαντος;
又有谁的离世能像虽至耄耋之年而终的阿格西劳斯那样让敌人感到欣喜呢?
τίς δὲ συμμάχοις θάρσος παρέσχεν ὅσον Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ στόματι τοῦ βίου ὤν;
又有谁能像已至生命尽头的阿格西劳斯那样,给盟友带来如此巨大的勇气呢?
τίνα δὲ νέον οἱ φίλοι πλέον ἐπόθησαν ἢ Ἀγησίλαον γηραιὸν ἀποθανόντα;
他的朋友们对哪个年轻死者的怀念,能超过对寿终正寝的阿格西劳斯的怀念呢?
§11.16οὕτω δὲ τελέως ὁ ἀνὴρ τῇ πατρίδι ὠφέλιμος ὢν διεγένετο ὡς καὶ τετελευτηκὼς ἤδη ἔτι μεγαλείως ὠφελῶν τὴν πόλιν εἰς τὴν ἀίδιον οἴκησιν κατηγάγετο, μνημεῖα μὲν τῆς ἑαυτοῦ ἀρετῆς ἀνὰ πᾶσαν τὴν γῆν κτησάμενος, τῆς δὲ βασιλικῆς ταφῆς ἐν τῇ πατρίδι τυχών.
这位伟人一生对祖国极其有用,以至于在他去世之后,他仍在为城邦带来巨大的福祉中被护送回他永远的归宿,他在整个大地上为自己赢得了美德的纪念碑,并在祖国获得了国王的葬礼。