§26ἀλλʼ οὐδὲ μέντοι ὅτι ἀδίκως ἀποθνῄσκω, διὰ τοῦτο μεῖον φρονητέον· οὐ γὰρ ἐμοὶ ἀλλὰ τοῖς καταγνοῦσι τοῦτο αἰσχρόν [γάρ] ἐστι.
但是,并不因为我被不义地处死,就必须因此而气馁;因为这并非我的耻辱,而是那些判决我有罪的人的耻辱。
παραμυθεῖται δʼ ἔτι με καὶ Παλαμήδης ὁ παραπλησίως ἐμοὶ τελευτήσας· ἔτι γὰρ καὶ νῦν πολὺ καλλίους ὕμνους παρέχεται Ὀδυσσέως τοῦ ἀδίκως ἀποκτείναντος αὐτόν·
此外,与我有着相似结局的帕拉墨得斯也抚慰着我;因为直到现在,他所得到的赞歌也比不义地杀害他的奥德修斯要优美得多。
οἶδʼ ὅτι καὶ ἐμοὶ μαρτυρήσεται ὑπό τε τοῦ ἐπιόντος καὶ ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὅτι ἠδίκησα μὲν οὐδένα πώποτε οὐδὲ πονηρότερον ἐποίησα, εὐηργέτουν δὲ τοὺς ἐμοὶ διαλεγομένους προῖκα διδάσκων ὅ τι ἐδυνάμην ἀγαθόν.
我知道,未来与过去的时光都会为我作证,证明我从未伤害过任何人,也从未使任何人变得更加邪恶,而是通过无偿地教导我所能及的善事,使与我谈话的人受益。
§27εἰπὼν δὲ ταῦτα μάλα ὁμολογουμένως δὴ τοῖς εἰρημένοις ἀπῄει καὶ ὄμμασι καὶ σχήματι καὶ βαδίσματι φαιδρός.
说完了这些话,他便离去了,其眼神、仪态和步伐都显得十分开朗,确实与他所说的话完全一致。
ὡς δὲ ᾔσθετο ἄρα τοὺς παρεπομένους δακρύοντας, τί τοῦτο;
然而,当他注意到随行的人在流泪时,便说道:“这是怎么回事?
εἰπεῖν αὐτόν, ἦ ἄρτι δακρύετε;
你们现在才哭泣吗?
οὐ γὰρ πάλαι ἴστε ὅτι ἐξ ὅτουπερ ἐγενόμην κατεψηφισμένος ἦν μου ὑπὸ τῆς φύσεως ὁ θάνατος;
难道你们早就不知道,从我出生那一刻起,自然就已经判处了我死刑吗?
ἀλλὰ μέντοι εἰ μὲν ἀγαθῶν ἐπιρρεόντων προαπόλλυμαι, δῆλον ὅτι ἐμοὶ καὶ τοῖς ἐμοῖς εὔνοις λυπητέον· εἰ δὲ χαλεπῶν προσδοκωμένων καταλύω τὸν βίον, ἐγὼ μὲν οἶμαι ὡς εὐπραγοῦντος ἐμοῦ πᾶσιν ὑμῖν εὐθυμητέον εἶναι.
但是,如果我是在福泽连绵时提前死去,那显然我和我的支持者应该感到悲伤;但如果我是在预料到艰难困苦时结束生命,我认为由于我的境遇良好,你们大家都应该振作起来。
§28παρὼν δέ τις Ἀπολλόδωρος, ἐπιθυμητὴς μὲν ὢν ἰσχυρῶς αὐτοῦ, ἄλλως δʼ εὐήθης, εἶπεν ἄρα· ἀλλὰ τοῦτο ἔγωγε, ὦ Σώκρατες, χαλεπώτατα φέρω ὅτι ὁρῶ σε ἀδίκως ἀποθνῄσκοντα.
” 当时在场的一个叫阿波罗多洛斯的人,他是苏格拉底的热烈追随者,但在其他方面却有些单纯,他便说道:“但是,苏格拉底,我看到你被不义地处死,这实在让我最难承受。
τὸν δὲ λέγεται καταψήσαντα αὐτοῦ τὴν κεφαλὴν εἰπεῖν· σὺ δέ, ὦ φίλτατε Ἀπολλόδωρε, μᾶλλον ἐβούλου με ὁρᾶν δικαίως ἢ ἀδίκως ἀποθνῄσκοντα;
”据说,苏格拉底摸了摸他的头,说道:“最亲爱的阿波罗多洛斯,难道你宁愿看到我被正义地处死,而不愿看到我不义地处死吗?
καὶ ἅμα ἐπιγελάσαι.
”说着,他便笑了起来。
§29λέγεται δὲ καὶ Ἄνυτον παριόντα ἰδὼν εἰπεῖν· ἀλλʼ ὁ μὲν ἀνὴρ ὅδε κυδρός, ὡς μέγα τι καὶ καλὸν διαπεπραγμένος, εἰ ἀπέκτονέ με, ὅτι αὐτὸν τῶν μεγίστων ὑπὸ τῆς πόλεως ὁρῶν ἀξιούμενον οὐκ ἔφην χρῆναι τὸν υἱὸν περὶ βύρσας παιδεύειν.
据说,他看到安尼托斯路过时说道:“瞧,这个男人是多么得意洋洋,仿佛做成了什么伟大而美好的事情一样,就因为他杀了我,因为看到他被城邦赋予极高声望,我曾说过他不应该让儿子学习皮革手艺。
ὡς μοχθηρὸς οὗτος, ἔφη, ὃς οὐκ ἔοικεν εἰδέναι ὅτι ὁπότερος ἡμῶν καὶ συμφορώτερα καὶ καλλίω εἰς τὸν ἀεὶ χρόνον διαπέπρακται, οὗτός ἐστι καὶ ὁ νικῶν.
他是多么可悲的人啊,”他说,“他似乎不知道,我们之中究竟是谁在永远的时光中做出了更有益、更美好的事情,谁才是真正的胜利者。
§30ἀλλὰ μέντοι, φάναι αὐτόν, ἀνέθηκε μὲν καὶ Ὅμηρος ἔστιν οἷς τῶν ἐν καταλύσει τοῦ βίου προγιγνώσκειν τὰ μέλλοντα, βούλομαι δὲ καὶ ἐγὼ χρησμῳδῆσαί τι.
” “然而,”他说,“荷马也曾让一些在生命终结之际的人预见未来,我也想做点预言。
συνεγενόμην γάρ ποτε βραχέα τῷ Ἀνύτου υἱῷ, καὶ ἔδοξέ μοι οὐκ ἄρρωστος τὴν ψυχὴν εἶναι·
因为我曾与安尼托斯的儿子有过短暂的交往,我觉得他的灵魂并非懦弱无能。
ὥστε φημὶ αὐτὸν ἐπὶ τῇ δουλοπρεπεῖ διατριβῇ ἣν ὁ πατὴρ αὐτῷ παρεσκεύακεν οὐ διαμενεῖν· διὰ δὲ τὸ μηδένα ἔχειν σπουδαῖον ἐπιμελητὴν προσπεσεῖσθαί τινι αἰσχρᾷ ἐπιθυμίᾳ, καὶ προβήσεσθαι μέντοι πόρρω μοχθηρίας.
因此我敢说,他不会一直留在父亲为他安排的这份卑贱的职业中;由于没有严谨的监护人,他会堕入某种可耻的欲望之中,并且会进一步陷入深重的堕落。
§31ταῦτα δʼ εἰπὼν οὐκ ἐψεύσατο, ἀλλʼ ὁ νεανίσκος ἡσθεὶς οἴνῳ οὔτε νυκτὸς οὔτε ἡμέρας ἐπαύετο πίνων, καὶ τέλος οὔτε τῇ ἑαυτοῦ πόλει οὔτε τοῖς φίλοις οὔτε αὑτῷ ἄξιος οὐδενὸς ἐγένετο.
” 说完了这些话,他并没有说谎,而是那年轻人生于对酒的嗜好,日夜饮酒不止,最终无论对自己的城邦、朋友还是自己都变得一无是处。
Ἄνυτος μὲν δὴ διὰ τὴν τοῦ υἱοῦ πονηρὰν παιδείαν καὶ διὰ τὴν αὑτοῦ ἀγνωμοσύνην ἔτι καὶ τετελευτηκὼς τυγχάνει κακοδοξίας.
安尼托斯因为对儿子的恶劣教育和自己的愚蠢,即便在死后至今仍承受着恶名。
§32Σωκράτης δὲ διὰ τὸ μεγαλύνειν ἑαυτὸν ἐν τῷ δικαστηρίῳ φθόνον ἐπαγόμενος μᾶλλον καταψηφίσασθαι ἑαυτοῦ ἐποίησε τοὺς δικαστάς.
苏格拉底因为在法庭上极力抬高自己,招致了嫉妒,反而促使法官们判决他有罪。
ἐμοὶ μὲν οὖν δοκεῖ θεοφιλοῦς μοίρας τετυχηκέναι· τοῦ μὲν γὰρ βίου τὸ χαλεπώτατον ἀπέλιπε, τῶν δὲ θανάτων τοῦ ῥᾴστου ἔτυχεν.
在我看来,他得到了神所眷顾的命运;因为他摆脱了生活中最艰难的部分,得到了死法中最轻松的一种。
§33ἐπεδείξατο δὲ τῆς ψυχῆς τὴν ῥώμην· ἐπεὶ γὰρ ἔγνω τοῦ ἔτι ζῆν τὸ τεθνάναι αὐτῷ κρεῖττον εἶναι, ὥσπερ οὐδὲ πρὸς τἆλλα τἀγαθὰ προσάντης ἦν, οὐδὲ πρὸς τὸν θάνατον ἐμαλακίσατο, ἀλλʼ ἱλαρῶς καὶ προσεδέχετο αὐτὸν καὶ ἐπετελέσατο.
他展现了灵魂的力量;因为既然他知道死对他来说比继续活着更好,正如他在面对其他美德时从不退缩一样,在面对死亡时他也毫不懦弱,而是欣然地等待并完成了它。
§34ἐγὼ μὲν δὴ κατανοῶν τοῦ ἀνδρὸς τήν τε σοφίαν καὶ τὴν γενναιότητα οὔτε μὴ μεμνῆσθαι δύναμαι αὐτοῦ οὔτε μεμνημένος μὴ οὐκ ἐπαινεῖν.
我每当想到这个人的智慧和高贵,既不能不怀念他,怀念他时又不能不赞美他。
εἰ δέ τις τῶν ἀρετῆς ἐφιεμένων ὠφελιμωτέρῳ τινὶ Σωκράτους συνεγένετο, ἐκεῖνον ἐγὼ τὸν ἄνδρα ἀξιομακαριστότατον νομίζω.
如果渴望美德的人中,有谁曾与比苏格拉底更有益的人交往过,我认为那个人是最值得称道和祝福的。