- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg005.humanitext-grc2:26-34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは有罪判決の後、死を恐れずに晴れやかな態度で法廷を去り、不当な死に対する自身の誇りとアニュトスの息子の悲惨な未来を予言した。筆者はソクラテスの知恵と高潔な最期を称賛し、彼との交わりがいかに有益であったかを強調して本作を結ぶ。
ἀλλʼ οὐδὲ μέντοι ὅτι ἀδίκως ἀποθνῄσκω, διὰ τοῦτο μεῖον φρονητέον·1 οὐ γὰρ ἐμοὶ ἀλλὰ τοῖς καταγνοῦσι τοῦτο αἰσχρόν [γάρ] ἐστι. παραμυθεῖται δʼ ἔτι με καὶ Παλαμήδης ὁ παραπλησίως ἐμοὶ τελευτήσας· ἔτι γὰρ καὶ νῦν πολὺ καλλίους ὕμνους παρέχεται Ὀδυσσέως τοῦ ἀδίκως ἀποκτείναντος αὐτόν· οἶδʼ ὅτι καὶ ἐμοὶ μαρτυρήσεται ὑπό τε τοῦ ἐπιόντος καὶ ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὅτι ἠδίκησα μὲν οὐδένα πώποτε οὐδὲ πονηρότερον ἐποίησα, εὐηργέτουν δὲ τοὺς ἐμοὶ διαλεγομένους προῖκα διδάσκων ὅ τι ἐδυνάμην ἀγαθόν.
しかし、不当に死ぬからといって、そのために意気消沈すべきではない。なぜなら、私ではなく、私に有罪を宣告した者たちにとってこそ、これが恥ずべきことなのだから。さらに、私と同じように生涯を終えたパラメデスもまた私を慰めてくれる。というのも、今なお彼は、彼を不当に殺害したオデュッセウスよりもはるかに美しい讃歌を人々から提供されているからだ。来たるべき時も、過ぎ去った時も、私に対して次のように証言してくれるだろうと私は知っている。すなわち、私はこれまで誰に対しても不義を働いたことはなく、また悪化させたこともなく、むしろ私と対話する人々に対して、自分がなしうる限りの善いことを無償で教えることによって恩恵を施していたのだと。
εἰπὼν δὲ ταῦτα μάλα ὁμολογουμένως δὴ τοῖς εἰρημένοις ἀπῄει καὶ ὄμμασι καὶ σχήματι καὶ βαδίσματι φαιδρός. ὡς δὲ ᾔσθετο ἄρα τοὺς παρεπομένους δακρύοντας, τί τοῦτο; εἰπεῖν αὐτόν, ἦ ἄρτι δακρύετε; οὐ γὰρ πάλαι ἴστε ὅτι ἐξ ὅτουπερ ἐγενόμην κατεψηφισμένος ἦν μου ὑπὸ τῆς φύσεως ὁ θάνατος;2 ἀλλὰ μέντοι εἰ μὲν ἀγαθῶν ἐπιρρεόντων προαπόλλυμαι, δῆλον ὅτι ἐμοὶ καὶ τοῖς ἐμοῖς εὔνοις λυπητέον· εἰ δὲ χαλεπῶν προσδοκωμένων καταλύω τὸν βίον, ἐγὼ μὲν οἶμαι ὡς εὐπραγοῦντος ἐμοῦ πᾶσιν ὑμῖν εὐθυμητέον εἶναι.
そう言って、彼は語った言葉と実に見事に一致した様子で、目つきも態度も歩き方も晴れやかに立ち去った。そして、付き従う人々が涙を流しているのを見るや、「これはどういうことか」と彼は言った。「今になって涙を流すのか。私が生まれたその時から、死は自然によって私に有罪宣告されていたことを、とうの昔から知っていたのではないのか。しかし、もし恵みが満ちあふれている中で私が先に滅びるというのなら、明らかに私にとっても私を好意的に思ってくれる人々にとっても悲しむべきことだろう。しかし、苦難が予想される中で人生を終えるというのなら、私自身は、私が幸運に恵まれているのだから、あなたがた全員が喜ぶべきであると思うのだ。」
παρὼν δέ τις Ἀπολλόδωρος, ἐπιθυμητὴς μὲν ὢν ἰσχυρῶς αὐτοῦ, ἄλλως δʼ εὐήθης, εἶπεν ἄρα· ἀλλὰ τοῦτο ἔγωγε, ὦ Σώκρατες, χαλεπώτατα φέρω ὅτι ὁρῶ σε ἀδίκως ἀποθνῄσκοντα. τὸν δὲ λέγεται καταψήσαντα αὐτοῦ τὴν κεφαλὴν εἰπεῖν· σὺ δέ, ὦ φίλτατε Ἀπολλόδωρε, μᾶλλον ἐβούλου με ὁρᾶν δικαίως ἢ ἀδίκως ἀποθνῄσκοντα; καὶ ἅμα ἐπιγελάσαι.
そこに居合わせたアポロドロスという男は、彼の熱烈な思慕者であったが、それ以外ではお人好しであったが、こう言った。「しかし、ソクラテスよ、私はあなたが不当に死んでいくのを見るのが何よりも耐え難いのです。」これに対し、彼はアポロドロスの頭を撫でてこう言ったと伝えられている。「最愛のアポロドロスよ、お前は私が不当にではなく、正当に死んでいくのを見る方を望んだのか。」そして同時に微笑んだ。
λέγεται δὲ καὶ Ἄνυτον παριόντα ἰδὼν εἰπεῖν· ἀλλʼ ὁ μὲν ἀνὴρ ὅδε κυδρός, ὡς μέγα τι καὶ καλὸν διαπεπραγμένος, εἰ ἀπέκτονέ με, ὅτι αὐτὸν τῶν μεγίστων ὑπὸ τῆς πόλεως ὁρῶν ἀξιούμενον οὐκ ἔφην χρῆναι τὸν υἱὸν περὶ βύρσας παιδεύειν. ὡς μοχθηρὸς οὗτος, ἔφη, ὃς οὐκ ἔοικεν εἰδέναι ὅτι ὁπότερος ἡμῶν καὶ συμφορώτερα καὶ καλλίω εἰς τὸν ἀεὶ χρόνον διαπέπρακται, οὗτός ἐστι καὶ ὁ νικῶν.3
また、通りかかるアニュトスを見て、彼はこう言ったとも伝えられている。「ふん、この男は、もし私を殺したのなら、何か偉大で立派なことを成し遂げたかのように得意げになっている。それは、国家から最大の栄誉に値すると見なされている彼を見て、私が、彼が息子をなめし革の仕事に関して教育すべきではないと言ったからだ。彼はなんと哀れな奴なのだろう、と彼は言った。我々のどちらがより有益で、より美しいことを永遠にわたって成し遂げたか、その者こそが勝利者であることを彼は知らないようだ。」
ἀλλὰ μέντοι, φάναι αὐτόν, ἀνέθηκε μὲν καὶ Ὅμηρος ἔστιν οἷς τῶν ἐν καταλύσει τοῦ βίου προγιγνώσκειν τὰ μέλλοντα, βούλομαι δὲ καὶ ἐγὼ χρησμῳδῆσαί τι. συνεγενόμην γάρ ποτε βραχέα τῷ Ἀνύτου υἱῷ, καὶ ἔδοξέ μοι οὐκ ἄρρωστος τὴν ψυχὴν εἶναι· ὥστε φημὶ αὐτὸν ἐπὶ τῇ δουλοπρεπεῖ διατριβῇ ἣν ὁ πατὴρ αὐτῷ παρεσκεύακεν οὐ διαμενεῖν· διὰ δὲ τὸ μηδένα ἔχειν σπουδαῖον ἐπιμελητὴν προσπεσεῖσθαί τινι αἰσχρᾷ ἐπιθυμίᾳ, καὶ προβήσεσθαι μέντοι πόρρω μοχθηρίας.
「しかしながら、」と彼は言った。「ホメロスも、生涯の終わりに臨んでいる一部の人々に未来を予見する能力を帰した。私もまた、何か予言をしたいと思う。というのも、私はかつてアニュトスの息子と少しの間、一緒にいたことがあるが、彼は魂の弱い者ではないと思われたからだ。したがって、私は彼が、父親が彼に用意した奴隷にふさわしい職業にとどまり続けることはないと断言する。そして、真剣に導いてくれる監督者を持たないために、恥ずべき欲望に陥り、さらに邪悪さへと深く突き進むことになるだろう。」
ταῦτα δʼ εἰπὼν οὐκ ἐψεύσατο, ἀλλʼ ὁ νεανίσκος ἡσθεὶς οἴνῳ οὔτε νυκτὸς οὔτε ἡμέρας ἐπαύετο πίνων, καὶ τέλος οὔτε τῇ ἑαυτοῦ πόλει οὔτε τοῖς φίλοις οὔτε αὑτῷ ἄξιος οὐδενὸς ἐγένετο. Ἄνυτος μὲν δὴ διὰ τὴν τοῦ υἱοῦ πονηρὰν παιδείαν καὶ διὰ τὴν αὑτοῦ ἀγνωμοσύνην ἔτι καὶ τετελευτηκὼς τυγχάνει κακοδοξίας.
このようなことを言ったが、彼は嘘をつかなかった。その若者は酒に溺れ、夜も昼も飲むことをやめず、最後には自分の国家にとっても、友人たちにとっても、自分自身にとっても全く無価値な存在となった。アニュトスは、息子の悪しき教育と、自分自身の愚かさのゆえに、死んだ後でさえ今なお悪評を得ているのである。
Σωκράτης δὲ διὰ τὸ μεγαλύνειν ἑαυτὸν ἐν τῷ δικαστηρίῳ φθόνον ἐπαγόμενος μᾶλλον καταψηφίσασθαι ἑαυτοῦ ἐποίησε τοὺς δικαστάς. ἐμοὶ μὲν οὖν δοκεῖ θεοφιλοῦς μοίρας τετυχηκέναι· τοῦ μὲν γὰρ βίου τὸ χαλεπώτατον ἀπέλιπε, τῶν δὲ θανάτων τοῦ ῥᾴστου ἔτυχεν.
ソクラテスは、法廷において自分自身を誇ったことによって反感を招き、裁判官たちにいっそう自分を有罪と宣告させることになった。私にとっては、彼は神に愛される運命を得たと思われる。というのも、彼は生のうちで最も困難な部分を後に残し、死のうちで最も容易なものを得たからである。
ἐπεδείξατο δὲ τῆς ψυχῆς τὴν ῥώμην· ἐπεὶ γὰρ ἔγνω τοῦ ἔτι ζῆν τὸ τεθνάναι αὐτῷ κρεῖττον εἶναι, ὥσπερ οὐδὲ πρὸς τἆλλα τἀγαθὰ προσάντης ἦν, οὐδὲ πρὸς τὸν θάνατον ἐμαλακίσατο, ἀλλʼ ἱλαρῶς καὶ προσεδέχετο αὐτὸν καὶ ἐπετελέσατο.
彼はその魂の強さを示した。というのも、さらに生きるよりも死ぬことの方が自分にとってより良いと知ったとき、他の善きものに対して背を向けなかったのと同様に、死に対しても気力を失うことなく、むしろ喜んでそれを受け入れ、成し遂げたからである。
ἐγὼ μὲν δὴ κατανοῶν τοῦ ἀνδρὸς τήν τε σοφίαν καὶ τὴν γενναιότητα οὔτε μὴ μεμνῆσθαι δύναμαι αὐτοῦ οὔτε μεμνημένος μὴ οὐκ ἐπαινεῖν. εἰ δέ τις τῶν ἀρετῆς ἐφιεμένων ὠφελιμωτέρῳ τινὶ Σωκράτους συνεγένετο, ἐκεῖνον ἐγὼ τὸν ἄνδρα ἀξιομακαριστότατον νομίζω.
私はその人物の知恵と高潔さを考えて、彼のことを思い出さずにはいられないし、思い出しながら彼を称賛せずにはいられない。もし徳を志す人々の中で、ソクラテスよりも有益な誰かと交わった者がいるなら、私はその人物を最も祝福されるべき者であると考える。
- 26μεῖον φρονητέον
非人称の動形容詞(-τέον)構文。「〜せねばならない」という義務を示す。ここでは主格中性単数形が用いられており、意味上の主語(行為者)は与格(ここでは暗に一般の人、あるいは「私」ἐμοί)で示されるか、あるいは省略されている。「(私は)気落ちしてはならない」の意。
- 27κατεψηφισμένος ἦν μου ὑπὸ τῆς φύσεως ὁ θάνατος
動詞 καταψηφίζομαι(有罪・死刑を宣告する)の完了受動態(3人称単数過去完了)である κατεψηφισμένος ἦν の構文。通常、有罪宣告を受ける人を示す属格(μου)を支配する。直訳は「死が、自然によって私に対してあらかじめ宣告されていた」となり、自然界の法則としての死の必然性を法廷の宣告になぞらえている。
- 29ὁπότερος ἡμῶν καὶ συμφορώτερα καὶ καλλίω εἰς τὸν ἀεὶ χρόνον διαπέπρακται, οὗτός ἐστι καὶ ὁ νικῶν
ὁπότερος(二者のうちどちらか)に導かれる節が、主節の指示代名詞 οὗτος(これ、この者)と相関関係にある。この ὁπότερος 節全体が主節の主語として機能している。二者(ソクラテスとアニュトス)のうち、より有益で美しいことを成し遂げた者が、永遠の勝者であるという論理構造を明示している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 3 件
