§26ἀλλʼ οὐδὲ μέντοι ὅτι ἀδίκως ἀποθνῄσκω, διὰ τοῦτο μεῖον φρονητέον·
しかし、不当に死ぬからといって、そのために意気消沈すべきではない。
οὐ γὰρ ἐμοὶ ἀλλὰ τοῖς καταγνοῦσι τοῦτο αἰσχρόν [γάρ] ἐστι.
なぜなら、私ではなく、私に有罪を宣告した者たちにとってこそ、これが恥ずべきことなのだから。
παραμυθεῖται δʼ ἔτι με καὶ Παλαμήδης ὁ παραπλησίως ἐμοὶ τελευτήσας·
さらに、私と同じように生涯を終えたパラメデスもまた私を慰めてくれる。
ἔτι γὰρ καὶ νῦν πολὺ καλλίους ὕμνους παρέχεται Ὀδυσσέως τοῦ ἀδίκως ἀποκτείναντος αὐτόν·
というのも、今なお彼は、彼を不当に殺害したオデュッセウスよりもはるかに美しい讃歌を人々から提供されているからだ。
οἶδʼ ὅτι καὶ ἐμοὶ μαρτυρήσεται ὑπό τε τοῦ ἐπιόντος καὶ ὑπὸ τοῦ παρεληλυθότος χρόνου ὅτι ἠδίκησα μὲν οὐδένα πώποτε οὐδὲ πονηρότερον ἐποίησα, εὐηργέτουν δὲ τοὺς ἐμοὶ διαλεγομένους προῖκα διδάσκων ὅ τι ἐδυνάμην ἀγαθόν.
来たるべき時も、過ぎ去った時も、私に対して次のように証言してくれるだろうと私は知っている。 すなわち、私はこれまで誰に対しても不義を働いたことはなく、また悪化させたこともなく、むしろ私と対話する人々に対して、自分がなしうる限りの善いことを無償で教えることによって恩恵を施していたのだと。
§27εἰπὼν δὲ ταῦτα μάλα ὁμολογουμένως δὴ τοῖς εἰρημένοις ἀπῄει καὶ ὄμμασι καὶ σχήματι καὶ βαδίσματι φαιδρός.
そう言って、彼は語った言葉と実に見事に一致した様子で、目つきも態度も歩き方も晴れやかに立ち去った。
ὡς δὲ ᾔσθετο ἄρα τοὺς παρεπομένους δακρύοντας, τί τοῦτο;
そして、付き従う人々が涙を流しているのを見るや、「これはどういうことか」と彼は言った。
εἰπεῖν αὐτόν, ἦ ἄρτι δακρύετε;
「今になって涙を流すのか。
οὐ γὰρ πάλαι ἴστε ὅτι ἐξ ὅτουπερ ἐγενόμην κατεψηφισμένος ἦν μου ὑπὸ τῆς φύσεως ὁ θάνατος;
私が生まれたその時から、死は自然によって私に有罪宣告されていたことを、とうの昔から知っていたのではないのか。
ἀλλὰ μέντοι εἰ μὲν ἀγαθῶν ἐπιρρεόντων προαπόλλυμαι, δῆλον ὅτι ἐμοὶ καὶ τοῖς ἐμοῖς εὔνοις λυπητέον·
しかし、もし恵みが満ちあふれている中で私が先に滅びるというのなら、明らかに私にとっても私を好意的に思ってくれる人々にとっても悲しむべきことだろう。
εἰ δὲ χαλεπῶν προσδοκωμένων καταλύω τὸν βίον, ἐγὼ μὲν οἶμαι ὡς εὐπραγοῦντος ἐμοῦ πᾶσιν ὑμῖν εὐθυμητέον εἶναι.
しかし、苦難が予想される中で人生を終えるというのなら、私自身は、私が幸運に恵まれているのだから、あなたがた全員が喜ぶべきであると思うのだ。
§28παρὼν δέ τις Ἀπολλόδωρος, ἐπιθυμητὴς μὲν ὢν ἰσχυρῶς αὐτοῦ, ἄλλως δʼ εὐήθης, εἶπεν ἄρα·
」そこに居合わせたアポロドロスという男は、彼の熱烈な思慕者であったが、それ以外ではお人好しであったが、こう言った。
ἀλλὰ τοῦτο ἔγωγε, ὦ Σώκρατες, χαλεπώτατα φέρω ὅτι ὁρῶ σε ἀδίκως ἀποθνῄσκοντα.
「しかし、ソクラテスよ、私はあなたが不当に死んでいくのを見るのが何よりも耐え難いのです。
τὸν δὲ λέγεται καταψήσαντα αὐτοῦ τὴν κεφαλὴν εἰπεῖν·
」これに対し、彼はアポロドロスの頭を撫でてこう言ったと伝えられている。
σὺ δέ, ὦ φίλτατε Ἀπολλόδωρε, μᾶλλον ἐβούλου με ὁρᾶν δικαίως ἢ ἀδίκως ἀποθνῄσκοντα;
「最愛のアポロドロスよ、お前は私が不当にではなく、正当に死んでいくのを見る方を望んだのか。
καὶ ἅμα ἐπιγελάσαι.
」そして同時に微笑んだ。
§29λέγεται δὲ καὶ Ἄνυτον παριόντα ἰδὼν εἰπεῖν·
また、通りかかるアニュトスを見て、彼はこう言ったとも伝えられている。
ἀλλʼ ὁ μὲν ἀνὴρ ὅδε κυδρός, ὡς μέγα τι καὶ καλὸν διαπεπραγμένος, εἰ ἀπέκτονέ με, ὅτι αὐτὸν τῶν μεγίστων ὑπὸ τῆς πόλεως ὁρῶν ἀξιούμενον οὐκ ἔφην χρῆναι τὸν υἱὸν περὶ βύρσας παιδεύειν.
「ふん、この男は、自分が私を殺したかのように、何か偉大で立派なことを成し遂げたかのように得意げになっている。 それは、国家から最大の栄誉に値すると見なされている彼を見て、私が、彼が息子をなめし革の仕事に関して教育すべきではないと言ったからだ。
ὡς μοχθηρὸς οὗτος, ἔφη, ὃς οὐκ ἔοικεν εἰδέναι ὅτι ὁπότερος ἡμῶν καὶ συμφορώτερα καὶ καλλίω εἰς τὸν ἀεὶ χρόνον διαπέπρακται, οὗτός ἐστι καὶ ὁ νικῶν.
彼はなんと哀れな奴なのだろう。 我々のどちらがより有益で、より美しいことを永遠にわたって成し遂げたか、その者こそが勝利者であることを彼は知らないようだ。
§30ἀλλὰ μέντοι, φάναι αὐτόν, ἀνέθηκε μὲν καὶ Ὅμηρος ἔστιν οἷς τῶν ἐν καταλύσει τοῦ βίου προγιγνώσκειν τὰ μέλλοντα, βούλομαι δὲ καὶ ἐγὼ χρησμῳδῆσαί τι.
」「しかしながら、」と彼は言った。 「ホメロスも、生涯の終わりに臨んでいる一部の人々に未来を予見する能力を帰した。 私もまた、何か予言をしたいと思う。
συνεγενόμην γάρ ποτε βραχέα τῷ Ἀνύτου υἱῷ, καὶ ἔδοξέ μοι οὐκ ἄρρωστος τὴν ψυχὴν εἶναι·
というのも、私はかつてアニュトスの息子と少しの間、一緒にいたことがあるが、彼は魂の弱い者ではないと思われたからだ。
ὥστε φημὶ αὐτὸν ἐπὶ τῇ δουλοπρεπεῖ διατριβῇ ἣν ὁ πατὴρ αὐτῷ παρεσκεύακεν οὐ διαμενεῖν·
したがって、私は彼が、父親が彼に用意した奴隷にふさわしい職業にとどまり続けることはないと断言する。
διὰ δὲ τὸ μηδένα ἔχειν σπουδαῖον ἐπιμελητὴν προσπεσεῖσθαί τινι αἰσχρᾷ ἐπιθυμίᾳ, καὶ προβήσεσθαι μέντοι πόρρω μοχθηρίας.
そして、真剣に導いてくれる監督者を持たないために、恥ずべき欲望に陥り、さらに邪悪さへと深く突き進むことになるだろう。
§31ταῦτα δʼ εἰπὼν οὐκ ἐψεύσατο, ἀλλʼ ὁ νεανίσκος ἡσθεὶς οἴνῳ οὔτε νυκτὸς οὔτε ἡμέρας ἐπαύετο πίνων, καὶ τέλος οὔτε τῇ ἑαυτοῦ πόλει οὔτε τοῖς φίλοις οὔτε αὑτῷ ἄξιος οὐδενὸς ἐγένετο.
」このようなことを言ったが、彼は嘘をつかなかった。 その若者は酒に溺れ、夜も昼も飲むことをやめず、最後には自分の国家にとっても、友人たちにとっても、自分自身にとっても全く無価値な存在となった。
Ἄνυτος μὲν δὴ διὰ τὴν τοῦ υἱοῦ πονηρὰν παιδείαν καὶ διὰ τὴν αὑτοῦ ἀγνωμοσύνην ἔτι καὶ τετελευτηκὼς τυγχάνει κακοδοξίας.
アニュトスは、息子の悪しき教育と、自分自身の愚かさのゆえに、死んだ後でさえ今なお悪評を得ているのである。
§32Σωκράτης δὲ διὰ τὸ μεγαλύνειν ἑαυτὸν ἐν τῷ δικαστηρίῳ φθόνον ἐπαγόμενος μᾶλλον καταψηφίσασθαι ἑαυτοῦ ἐποίησε τοὺς δικαστάς.
ソクラテスは、法廷において自分自身を誇ったことによって反感を招き、裁判官たちに自分を有罪と宣告させることになった。
ἐμοὶ μὲν οὖν δοκεῖ θεοφιλοῦς μοίρας τετυχηκέναι·
私にとっては、彼は神に愛される運命を得たと思われる。
τοῦ μὲν γὰρ βίου τὸ χαλεπώτατον ἀπέλιπε, τῶν δὲ θανάτων τοῦ ῥᾴστου ἔτυχεν.
というのも、彼は生のうちで最も困難な部分を後に残し、死のうちで最も容易なものを得たからである。
§33ἐπεδείξατο δὲ τῆς ψυχῆς τὴν ῥώμην·
彼はその魂の強さを示した。
ἐπεὶ γὰρ ἔγνω τοῦ ἔτι ζῆν τὸ τεθνάναι αὐτῷ κρεῖττον εἶναι, ὥσπερ οὐδὲ πρὸς τἆλλα τἀγαθὰ προσάντης ἦν, οὐδὲ πρὸς τὸν θάνατον ἐμαλακίσατο, ἀλλʼ ἱλαρῶς καὶ προσεδέχετο αὐτὸν καὶ ἐπετελέσατο.
というのも、さらに生きるよりも死ぬことの方が自分にとってより良いと知ったとき、他の善きものに対して背を向けなかったのと同様に、死に対しても気力を失うことなく、むしろ喜んでそれを受け入れ、成し遂げたからである。
§34ἐγὼ μὲν δὴ κατανοῶν τοῦ ἀνδρὸς τήν τε σοφίαν καὶ τὴν γενναιότητα οὔτε μὴ μεμνῆσθαι δύναμαι αὐτοῦ οὔτε μεμνημένος μὴ οὐκ ἐπαινεῖν.
私はその人物の知恵と高潔さを考えて、彼のことを思い出さずにはいられないし、思い出しながら彼を称賛せずにはいられない。
εἰ δέ τις τῶν ἀρετῆς ἐφιεμένων ὠφελιμωτέρῳ τινὶ Σωκράτους συνεγένετο, ἐκεῖνον ἐγὼ τὸν ἄνδρα ἀξιομακαριστότατον νομίζω.
もし徳を志す人々の中で、ソクラテスよりも有益な誰かと交わった者がいるなら、私はその人物を最も祝福されるべき者であると考える。