§18τὸ δʼ ἐν τῇ πολιορκίᾳ τοὺς μὲν ἄλλους οἰκτίρειν ἑαυτούς, ἐμὲ δὲ μηδὲν ἀπορώτερον διάγειν ἢ ὅτε τὰ μάλιστα ἡ πόλις ηὐδαιμόνει;
而在围城期间,当其他人都在自怨自哀时,我过得并不比城邦最繁荣时更为困窘?
τὸ δὲ τοὺς ἄλλους μὲν τὰς εὐπαθείας ἐκ τῆς ἀγορᾶς πολυτελεῖς πορίζεσθαι, ἐμὲ δὲ ἐκ τῆς ψυχῆς ἄνευ δαπάνης ἡδίους ἐκείνων μηχανᾶσθαι;
当其他人从市场上购买昂贵享受时,我无需花费就能从灵魂中创造出比那些更令人愉快的享受?
εἴ γε μὴν ὅσα εἴρηκα περὶ ἐμαυτοῦ μηδεὶς δύναιτʼ ἂν ἐξελέγξαι με ὡς ψεύδομαι, πῶς οὐκ ἂν ἤδη δικαίως καὶ ὑπὸ θεῶν καὶ ὑπʼ ἀνθρώπων ἐπαινοίμην;
如果没人能证明我所说的关于自己的一切是在说谎,那我难道不应该理所当然地受到神明和人类的赞赏吗?
§19ἀλλʼ ὅμως σύ με φῄς, ὦ Μέλητε, τοιαῦτα ἐπιτηδεύοντα τοὺς νέους διαφθείρειν;
然而,美勒托,你却声称我由于从事这些活动而败坏青年?
καίτοι ἐπιστάμεθα μὲν δήπου τίνες εἰσὶ νέων διαφθοραί· σὺ δὲ εἰπὲ εἴ τινα οἶσθα ὑπʼ ἐμοῦ γεγενημένον ἢ ἐξ εὐσεβοῦς ἀνόσιον ἢ ἐκ σώφρονος ὑβριστὴν ἢ ἐξ εὐδιαίτου πολυδάπανον ἢ [ὡς] ἐκ μετριοπότου οἰνόφλυγα ἢ ἐκ φιλοπόνου μαλακὸν ἢ ἄλλης πονηρᾶς ἡδονῆς ἡττημένον.
可是,我们当然知道什么是青年的败坏;但你且说说,你是否知道有谁因为我而由敬虔变得不敬,由节制变得傲慢,由生活简朴变得奢侈挥霍,由适度饮酒变得嗜酒如命,由勤奋变得软弱无能,或者屈服于其他任何邪恶的享乐?
§20ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη ὁ Μέλητος, ἐκείνους οἶδα οὓς σὺ πέπεικας σοὶ πείθεσθαι μᾶλλον ἢ τοῖς γειναμένοις.
‘但指着宙斯发誓,’美勒托说,‘我知道那些被你说服、宁愿听从你而不听从父母的人。
ὁμολογῶ, φάναι τὸν Σωκράτην, περί γε παιδείας· τοῦτο γὰρ ἴσασιν ἐμοὶ μεμεληκός.
’‘关于教育,我承认这一点,’苏格拉底说,‘因为人们知道这是我所关注的。
περὶ δὲ ὑγιείας τοῖς ἰατροῖς μᾶλλον οἱ ἄνθρωποι πείθονται ἢ τοῖς γονεῦσι·
但关于健康,人们听从医生难道不比听从父母更多吗?
καὶ ἐν ταῖς ἐκκλησίαις γε πάντες δήπου οἱ Ἀθηναῖοι τοῖς φρονιμώτατα λέγουσι πείθονται μᾶλλον ἢ τοῖς προσήκουσιν.
在民会上,所有雅典人无疑也更听从那些说话最明智的人,而不是亲属。
οὐ γὰρ δὴ καὶ στρατηγοὺς αἱρεῖσθε καὶ πρὸ πατέρων καὶ πρὸ ἀδελφῶν, καὶ ναὶ μὰ Δία γε ὑμεῖς πρὸ ὑμῶν αὐτῶν, οὓς ἂν ἡγῆσθε περὶ τῶν πολεμικῶν φρονιμωτάτους εἶναι;
难道你们在选择将军时,不也是把那些你们认为在军事事务上最明智的人放在父亲、兄弟,甚至(指着宙斯发誓)你们自己之前吗?
οὕτω γάρ, φάναι τὸν Μέλητον, ὦ Σώκρατες, καὶ συμφέρει καὶ νομίζεται.
’‘因为,苏格拉底,这样做确实有益,也是惯例。 ’美勒托说。
§21οὐκοῦν, εἰπεῖν τὸν Σωκράτην, θαυμαστὸν καὶ τοῦτό σοι δοκεῖ εἶναι, τὸ ἐν μὲν ταῖς ἄλλαις πράξεσι μὴ μόνον ἰσομοιρίας τυγχάνειν τοὺς κρατίστους, ἀλλὰ καὶ προτετιμῆσθαι, ἐμὲ δέ, ὅτι περὶ τοῦ μεγίστου ἀγαθοῦ ἀνθρώποις περὶ παιδείας, βέλτιστος εἶναι ὑπό τινων προκρίνομαι, τούτου ἕνεκα θανάτου ὑπὸ σοῦ διώκεσθαι;
‘那么,’苏格拉底说,‘你不觉得这很令人惊异吗? 在其他事务中,最优秀的人不仅能获得平等的份额,甚至还受到优待;而我,因为被一些人认为在人类最大的善——教育方面是最优秀的,却因此而被你起诉并要求判处死刑?
§22ἐρρήθη μὲν δῆλον ὅτι τούτων πλείω ὑπό τε αὐτοῦ καὶ τῶν συναγορευόντων φίλων αὐτῷ.
’ 显然,他本人和为他辩护的朋友们还说了很多其他的话。
ἀλλʼ ἐγὼ οὐ τὰ πάντα εἰπεῖν τὰ ἐκ τῆς δίκης ἐσπούδασα, ἀλλʼ ἤρκεσέ μοι δηλῶσαι ὅτι Σωκράτης τὸ μὲν μήτε περὶ θεοὺς ἀσεβῆσαι μήτε περὶ ἀνθρώπους ἄδικος φανῆναι περὶ παντὸς ἐποιεῖτο·
但我并不急于记录审判中的所有内容,而只要说明苏格拉底将不敬神明和不在人前显为不义视为重中之重,这就足够了。
§23τὸ δὲ μὴ ἀποθανεῖν οὐκ ᾤετο λιπαρητέον εἶναι, ἀλλὰ καὶ καιρὸν ἤδη ἐνόμιζεν ἑαυτῷ τελευτᾶν.
他认为不应乞求免于一死,反而认为自己死期已到。
ὅτι δὲ οὕτως ἐγίγνωσκε καταδηλότερον ἐγένετο, ἐπειδὴ καὶ ἡ δίκη κατεψηφίσθη.
在法庭判决他有罪之后,他这一想法变得更加显而易见。
πρῶτον μὲν γὰρ κελευόμενος ὑποτιμᾶσθαι οὔτε αὐτὸς ὑπετιμήσατο οὔτε τοὺς φίλους εἴασεν, ἀλλὰ καὶ ἔλεγεν ὅτι τὸ ὑποτιμᾶσθαι ὁμολογοῦντος εἴη ἀδικεῖν.
首先,当被要求提出对抗刑罚时,他自己既不提出,也不允许朋友们提出,反而说提出对抗刑罚无异于承认自己有罪。
ἔπειτα τῶν ἑταίρων ἐκκλέψαι βουλομένων αὐτὸν οὐκ ἐφείπετο, ἀλλὰ καὶ ἐπισκῶψαι ἐδόκει ἐρόμενος εἴ που εἰδεῖέν τι χωρίον ἔξω τῆς Ἀττικῆς ἔνθα οὐ προσβατὸν θανάτῳ.
其次,当他的同伴们想把他偷偷救走时,他没有跟随,反而像在开玩笑似地问他们,是否知道阿提卡以外有什么死神去不了的地方。
§24ὡς δὲ τέλος εἶχεν ἡ δίκη, εἰπεῖν αὐτόν· ἀλλʼ, ὦ ἄνδρες, τοὺς μὲν διδάσκοντας τοὺς μάρτυρας ὡς χρὴ ἐπιορκοῦντας καταψευδομαρτυρεῖν ἐμοῦ καὶ τοὺς πειθομένους τούτοις ἀνάγκη ἐστὶ πολλὴν ἑαυτοῖς συνειδέναι ἀσέβειαν καὶ ἀδικίαν·
审判结束时,他说:‘但是,诸位,那些教唆证人作伪证、对我进行诬告的人,以及那些听从他们的人,必然会意识到自己犯下了极大的不敬和不义。
ἐμοὶ δὲ τί προσήκει νῦν μεῖον φρονεῖν ἢ πρὶν κατακριθῆναι, μηδὲν ἐλεγχθέντι ὡς πεποίηκά τι ὧν ἐγράψαντό με;
而我,既然没有被证实犯有任何他们指控我的罪行,现在又何必比被判罪前更加气馁呢?
οὐδὲ γὰρ ἔγωγε ἀντὶ Διὸς καὶ Ἥρας καὶ τῶν σὺν τούτοις θεῶν οὔτε θύων τισὶ καινοῖς δαίμοσιν οὔτε ὀμνὺς οὔτε νομίζων ἄλλους θεοὺς ἀναπέφηνα.
因为我并没有被发现用任何新的神灵代替宙斯、赫拉及与他们同在的神明来献祭、发誓或承认其他神明。
§25τούς γε μὴν νέους πῶς ἂν διαφθείροιμι καρτερίαν καὶ εὐτέλειαν προσεθίζων;
’ ‘至于年轻人,我通过让他们习惯于坚忍和节俭,又怎能败坏他们呢?
ἐφʼ οἷς γε μὴν ἔργοις κεῖται θάνατος ἡ ζημία, ἱεροσυλίᾳ, τοιχωρυχίᾳ, ἀνδραποδίσει, πόλεως προδοσίᾳ, οὐδʼ αὐτοὶ οἱ ἀντίδικοι τούτων πρᾶξαί τι κατʼ ἐμοῦ φασιν.
而对于那些被法律规定为死罪的行为——如亵渎神庙、破墙入室、贩卖人口、叛国等——连原告自己也没有声称我对他们犯下过其中的任何一项。
ὥστε θαυμαστὸν ἔμοιγε δοκεῖ εἶναι ὅπως ποτὲ ἐφάνη ὑμῖν τοῦ θανάτου ἔργον ἄξιον ἐμοὶ εἰργασμένον.
因此,在我看来,你们怎么会认为我犯下了配得死刑的行为,这实在是令人惊异。 ’