§10οὕτως δὲ γνόντα αὐτὸν ἔφη [εἰπεῖν], ἐπειδὴ κατηγόρησαν αὐτοῦ οἱ ἀντίδικοι ὡς οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζοι, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέροι καὶ τοὺς νέους διαφθείροι, παρελθόντα εἰπεῖν·
赫尔墨根尼说,在苏格拉底作此决意之后,当原告控告他不信仰城邦所信仰的神明,而是引入其他新的神灵并败坏青年时,他走上前去说道: “但是,诸位,首先我对美勒托的这点感到惊异:他究竟凭什么指称我不信仰城邦所信仰的神明?
§11ἀλλʼ ἐγώ, ὦ ἄνδρες, τοῦτο μὲν πρῶτον θαυμάζω Μελήτου, ὅτῳ ποτὲ γνοὺς λέγει ὡς ἐγὼ οὓς ἡ πόλις νομίζει θεοὺς οὐ νομίζω· ἐπεὶ θύοντά γέ με ἐν ταῖς κοιναῖς ἑορταῖς καὶ ἐπὶ τῶν δημοσίων βωμῶν καὶ οἱ ἄλλοι οἱ παρατυγχάνοντες ἑώρων καὶ αὐτὸς Μέλητος, εἰ ἐβούλετο.
因为我在公共节日和公共祭坛上献祭,这既有其他在场的人看见,如果美勒托愿意,他自己也看见了。
§12καινά γε μὴν δαιμόνια πῶς ἂν ἐγὼ εἰσφέροιμι λέγων ὅτι θεοῦ μοι φωνὴ φαίνεται σημαίνουσα ὅ τι χρὴ ποιεῖν;
况且,当我说有神的声音向我指示该做什么时,我怎么会是引入了新的神灵呢?
καὶ γὰρ οἱ φθόγγοις οἰωνῶν καὶ οἱ φήμαις ἀνθρώπων χρώμενοι φωναῖς δήπου τεκμαίρονται.
因为那些利用鸟鸣和人的传闻的人,无疑也是根据声音来作判断的。
βροντὰς δὲ ἀμφιλέξει τις ἢ μὴ φωνεῖν ἢ μὴ μέγιστον οἰωνιστήριον εἶναι;
有谁会争辩说雷鸣不发出声音,或者雷鸣不是最大的预兆吗?
ἡ δὲ Πυθοῖ ἐν τῷ τρίποδι ἱέρεια οὐ καὶ αὐτὴ φωνῇ τὰ παρὰ τοῦ θεοῦ διαγγέλλει;
而普托在三脚架上的女祭司,不也是通过声音来传达神明的信息吗?
§13ἀλλὰ μέντοι καὶ τὸ προειδέναι γε τὸν θεὸν τὸ μέλλον καὶ τὸ προσημαίνειν ᾧ βούλεται, καὶ τοῦτο, ὥσπερ ἐγώ φημι, οὕτω πάντες καὶ λέγουσι καὶ νομίζουσιν.
此外,神明预知未来并向其所意愿的人预示,这一点也正如我所说,所有人都是这样说、这样信的。
ἀλλʼ οἱ μὲν οἰωνούς τε καὶ φήμας καὶ συμβόλους τε καὶ μάντεις ὀνομάζουσι τοὺς προσημαίνοντας εἶναι, ἐγὼ δὲ τοῦτο δαιμόνιον καλῶ καὶ οἶμαι οὕτως ὀνομάζων καὶ ἀληθέστερα καὶ ὁσιώτερα λέγειν τῶν τοῖς ὄρνισιν ἀνατιθέντων τὴν τῶν θεῶν δύναμιν.
然而,其他人将这些预示者称为鸟类、传闻、预兆和预言者,而我则称其为‘神灵之声’。 我认为,如此称呼它,比那些将神的力量归因于鸟类的人说得更真实、更虔敬。
ὥς γε μὴν οὐ ψεύδομαι κατὰ τοῦ θεοῦ καὶ τοῦτʼ ἔχω τεκμήριον· καὶ γὰρ τῶν φίλων πολλοῖς δὴ ἐξαγγείλας τὰ τοῦ θεοῦ συμβουλεύματα οὐδεπώποτε ψευσάμενος ἐφάνην.
而且,关于我对神明没有说谎,我拥有这样的证据:因为我曾向许多朋友传达神明的劝告,却从未被发现有说谎的时候。
§14ἐπεὶ δὲ ταῦτα ἀκούοντες οἱ δικασταὶ ἐθορύβουν, οἱ μὲν ἀπιστοῦντες τοῖς λεγομένοις, οἱ δὲ καὶ φθονοῦντες, εἰ καὶ παρὰ θεῶν μειζόνων ἢ αὐτοὶ τυγχάνοι, πάλιν εἰπεῖν τὸν Σωκράτην· ἄγε δὴ ἀκούσατε καὶ ἄλλα, ἵνα ἔτι μᾶλλον οἱ βουλόμενοι ὑμῶν ἀπιστῶσι τῷ ἐμὲ τετιμῆσθαι ὑπὸ δαιμόνων.
当法官们听了这些话而喧哗起来时,一些人不相信所说的话,另一些人则嫉妒他是否真的从神明那里得到了比他们更多的恩惠,苏格拉底又说道: ‘来吧,你们再听听其他的事,好让你们中那些愿意的人更加不相信我受到了神灵的器重。
Χαιρεφῶντος γάρ ποτε ἐπερωτῶντος ἐν Δελφοῖς περὶ ἐμοῦ πολλῶν παρόντων ἀνεῖλεν ὁ Ἀπόλλων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε ἐλευθεριώτερον μήτε δικαιότερον μήτε σωφρονέστερον.
因为有一次,凯勒丰在德尔斐当着许多人的面询问关于我的事,阿波罗回答说,人类中没有比我更自由、更公正、更节制的人了。
§15ὡς δʼ αὖ ταῦτʼ ἀκούσαντες οἱ δικασταὶ ἔτι μᾶλλον εἰκότως ἐθορύβουν, αὖθις εἰπεῖν τὸν Σωκράτην· ἀλλὰ μείζω μέν, ὦ ἄνδρες, εἶπεν ὁ θεὸς ἐν χρησμοῖς περὶ Λυκούργου τοῦ Λακεδαιμονίοις νομοθετήσαντος ἢ περὶ ἐμοῦ.
’ 当法官们听了这些话,更加(理所当然地)喧哗起来时,苏格拉底再次说道: ‘但是,诸位,神明在神谕中关于为拉刻代蒙人立法的吕库古所说的话,比关于我所说的还要伟大。
λέγεται γὰρ εἰς τὸν ναὸν εἰσιόντα προσειπεῖν αὐτόν· φροντίζω πότερα θεόν σε εἴπω ἢ ἄνθρωπον.
因为据说,当吕库古进入神殿时,神明对他说道:“我正在思索该称你为神,还是称为人。
ἐμὲ δὲ θεῷ μὲν οὐκ εἴκασεν, ἀνθρώπων δὲ πολλῷ προέκρινεν ὑπερφέρειν.
”而对于我,他并没有将我比作神,但判定我远远超越其他人类。
ὅμως δὲ ὑμεῖς μηδὲ ταῦτʼ εἰκῇ πιστεύσητε τῷ θεῷ, ἀλλὰ καθʼ ἓν ἕκαστον ἐπισκοπεῖτε ὧν εἶπεν ὁ θεός.
然而,你们也不要盲目相信神的这些话,而要对神所说的话一件一件地进行审视。
§16τίνα μὲν γὰρ ἐπίστασθε ἧττον ἐμοῦ δουλεύοντα ταῖς τοῦ σώματος ἐπιθυμίαις;
实际上,你们知道有谁比我更少奴役于肉体的欲望吗?
τίνα δὲ ἀνθρώπων ἐλευθεριώτερον, ὃς παρʼ οὐδενὸς οὔτε δῶρα οὔτε μισθὸν δέχομαι;
在人类中,有谁比我更自由? 因为我不从任何人那里接受礼物或报酬。
δικαιότερον δὲ τίνα ἂν εἰκότως νομίσαιτε τοῦ πρὸς τὰ παρόντα συνηρμοσμένου, ὡς τῶν ἀλλοτρίων μηδενὸς προσδεῖσθαι;
对于一个顺应现状、从而不需要任何他人财物的人,你们怎能不合理地认为他比别人更公正呢?
σοφὸν δὲ πῶς οὐκ ἄν τις εἰκότως ἄνδρα φήσειεν εἶναι ὃς ἐξ ὅτουπερ ξυνιέναι τὰ λεγόμενα ἠρξάμην οὐπώποτε διέλειπον καὶ ζητῶν καὶ μανθάνων ὅ τι ἐδυνάμην ἀγαθόν;
此外,一个自从开始懂得人们所说的话起,就从未停止过探求和学习自己所能掌握的一切善好的人,人们怎能不合理地称他为智者呢?
§17ὡς δὲ οὐ μάτην ἐπόνουν οὐ δοκεῖ ὑμῖν καὶ τάδε τεκμήρια εἶναι, τὸ πολλοὺς μὲν πολίτας τῶν ἀρετῆς ἐφιεμένων, πολλοὺς δὲ ξένων, ἐκ πάντων προαιρεῖσθαι ἐμοὶ ξυνεῖναι;
至于我并非徒劳无功,难道以下这些不也向你们表明了证据吗? 那就是,许多渴望美德的公民,以及许多外邦人,都从所有人中选择与我交往。
ἐκείνου δὲ τί φήσομεν αἴτιον εἶναι, τοῦ πάντας εἰδέναι ὅτι ἐγὼ ἥκιστʼ ἂν ἔχοιμι χρήματα ἀντιδιδόναι, ὅμως πολλοὺς ἐπιθυμεῖν ἐμοί τι δωρεῖσθαι;
对于那件事,我们又该说原因是什么呢? ——即所有人都知道我绝无金钱可以回报,却仍有许多人渴望赠送我一些东西?
τὸ δʼ ἐμὲ μὲν μηδʼ ὑφʼ ἑνὸς ἀπαιτεῖσθαι εὐεργεσίας, ἐμοὶ δὲ πολλοὺς ὁμολογεῖν χάριτας ὀφείλειν;
还有,我不曾被任何人要求回报恩惠,而许多人却承认对我欠下恩情? ’”