- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg005.humanitext-grc2:18-25
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは自らの徳高い生き方を示してメレトスの矛盾を暴き、死を恐れずに有罪判決と死刑を泰然と受け入れる。また、クセノポンはソクラテスが脱獄の勧めを拒み、自らの正義を貫いた様子を説明する。
τὸ δʼ ἐν τῇ πολιορκίᾳ1 τοὺς μὲν ἄλλους οἰκτίρειν ἑαυτούς, ἐμὲ δὲ μηδὲν ἀπορώτερον διάγειν ἢ ὅτε τὰ μάλιστα ἡ πόλις ηὐδαιμόνει; τὸ δὲ τοὺς ἄλλους μὲν τὰς εὐπαθείας ἐκ τῆς ἀγορᾶς πολυτελεῖς πορίζεσθαι, ἐμὲ δὲ ἐκ τῆς ψυχῆς ἄνευ δαπάνης ἡδίους ἐκείνων μηχανᾶσθαι; εἴ γε μὴν ὅσα εἴρηκα περὶ ἐμαυτοῦ μηδεὶς δύναιτʼ ἂν ἐξελέγξαι με ὡς ψεύδομαι, πῶς οὐκ ἂν ἤδη δικαίως καὶ ὑπὸ θεῶν καὶ ὑπʼ ἀνθρώπων ἐπαινοίμην;
また、包囲戦において、他の人々が自分たちを憐れんでいたのに対し、私が、国家が最も繁栄していたときと何ら変わらず困窮することなく暮らしていたことはどうだろうか。また、他の人々が高価な楽しみを市場から手に入れているのに対し、私が魂から費用をかけずに、それらよりも快い楽しみを作り出していたことはどうだろうか。実際、私が自分自身について語ったすべてのことについて、私が偽りを述べていると誰も立証できないとするなら、どうして私が今や神々からも人間からも当然のように賞賛されないことがあろうか。
ἀλλʼ ὅμως σύ με φῄς, ὦ Μέλητε, τοιαῦτα ἐπιτηδεύοντα τοὺς νέους διαφθείρειν; καίτοι ἐπιστάμεθα μὲν δήπου τίνες εἰσὶ νέων διαφθοραί· σὺ δὲ εἰπὲ εἴ τινα οἶσθα ὑπʼ ἐμοῦ γεγενημένον ἢ ἐξ εὐσεβοῦς ἀνόσιον ἢ ἐκ σώφρονος ὑβριστὴν ἢ ἐξ εὐδιαίτου πολυδάπανον ἢ [ὡς] ἐκ μετριοπότου οἰνόφλυγα ἢ ἐκ φιλοπόνου μαλακὸν ἢ ἄλλης πονηρᾶς ἡδονῆς ἡττημένον.
それにもかかわらず、メレトスよ、お前は私がそのようなことを行いながら若者を堕落させていると主張するのか。もっとも、若者の堕落とはどのようなものであるかは、私たちは確かに知っている。それでは、私のせいで、敬虔な者から不敬虔な者に、あるいは節度ある者から傲慢な者に、あるいは質素な生活を送る者から浪費家に、あるいは適度に飲む者から大酒飲みに、あるいは労を惜しまぬ者から怠惰な者に、あるいは他の悪しき快楽に屈した者に変わってしまった者を、誰か一人でも知っているなら言ってみるがよい。
ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη ὁ Μέλητος, ἐκείνους οἶδα οὓς σὺ πέπεικας σοὶ πείθεσθαι μᾶλλον ἢ τοῖς γειναμένοις.2 ὁμολογῶ, φάναι τὸν Σωκράτην, περί γε παιδείας· τοῦτο γὰρ ἴσασιν ἐμοὶ μεμεληκός. περὶ δὲ ὑγιείας τοῖς ἰατροῖς μᾶλλον οἱ ἄνθρωποι πείθονται ἢ τοῖς γονεῦσι· καὶ ἐν ταῖς ἐκκλησίαις γε πάντες δήπου οἱ Ἀθηναῖοι τοῖς φρονιμώτατα λέγουσι πείθονται μᾶλλον ἢ τοῖς προσήκουσιν. οὐ γὰρ δὴ καὶ στρατηγοὺς αἱρεῖσθε καὶ πρὸ πατέρων καὶ πρὸ ἀδελφῶν, καὶ ναὶ μὰ Δία γε ὑμεῖς πρὸ ὑμῶν αὐτῶν, οὓς ἂν ἡγῆσθε περὶ τῶν πολεμικῶν φρονιμωτάτους εἶναι; οὕτω γάρ, φάναι τὸν Μέλητον, ὦ Σώκρατες, καὶ συμφέρει καὶ νομίζεται.
「いや、ゼウスにかけて」とメレトスは言った。「私は、あなたが、親よりもあなたに従うように説得した者たちを知っている。」「教育に関してなら認めよう」とソクラテスは言った。「というのも、人々は私がそのことを気にかけていると知っているからだ。しかし、健康に関しては、人々は両親よりも医師に従うものだ。また、民会においては、すべてのアテナイ人が、親族よりも最も賢明に語る者に従うのは言うまでもない。実際、あなたがたは軍事に関して最も賢明であると思う者を、父親や兄弟よりも、そしてゼウスにかけて、あなたがた自身よりも優先して、将軍に選ぶではないか。」「ソクラテスよ、その方が有益であり、また慣行でもあるからだ」とメレトスは言った。
οὐκοῦν, εἰπεῖν τὸν Σωκράτην, θαυμαστὸν καὶ τοῦτό σοι δοκεῖ εἶναι, τὸ ἐν μὲν ταῖς ἄλλαις πράξεσι μὴ μόνον ἰσομοιρίας τυγχάνειν τοὺς κρατίστους, ἀλλὰ καὶ προτετιμῆσθαι, ἐμὲ δέ, ὅτι περὶ τοῦ μεγίστου ἀγαθοῦ ἀνθρώποις περὶ παιδείας, βέλτιστος εἶναι ὑπό τινων προκρίνομαι, τούτου ἕνεκα θανάτου ὑπὸ σοῦ διώκεσθαι;
「それでは、」とソクラテスは言った。「他の事柄においては、最も優れた者たちが対等な扱いを受けるだけでなく、優先的に重んじられるのに対して、人間にとって最大の善である教育に関して、私が一部の人々から最適の者であると判定されているという、まさにその理由のために、私があなたから死刑を求めて告訴されているということは、あなたにとって驚くべきことだと思われないのか。」
ἐρρήθη μὲν δῆλον ὅτι τούτων πλείω ὑπό τε αὐτοῦ καὶ τῶν συναγορευόντων φίλων αὐτῷ. ἀλλʼ ἐγὼ οὐ τὰ πάντα εἰπεῖν τὰ ἐκ τῆς δίκης ἐσπούδασα, ἀλλʼ ἤρκεσέ μοι δηλῶσαι ὅτι Σωκράτης τὸ μὲν μήτε περὶ θεοὺς ἀσεβῆσαι μήτε περὶ ἀνθρώπους ἄδικος φανῆναι περὶ παντὸς ἐποιεῖτο·
彼自身や、彼を弁護する友人たちによって、これら以上のことが語られたのは明らかである。しかし、私は裁判でのすべてを語ることに努めたのではなく、ソクラテスが、神々に対して不敬を働かないこと、また人間に対して不正な者と見られないことを何よりも重んじていたことを示すだけで十分であった。
τὸ δὲ μὴ ἀποθανεῖν οὐκ ᾤετο λιπαρητέον εἶναι, ἀλλὰ καὶ καιρὸν ἤδη ἐνόμιζεν ἑαυτῷ τελευτᾶν. ὅτι δὲ οὕτως ἐγίγνωσκε καταδηλότερον ἐγένετο, ἐπειδὴ καὶ ἡ δίκη κατεψηφίσθη. πρῶτον μὲν γὰρ κελευόμενος ὑποτιμᾶσθαι οὔτε αὐτὸς ὑπετιμήσατο οὔτε τοὺς φίλους εἴασεν, ἀλλὰ καὶ ἔλεγεν ὅτι τὸ ὑποτιμᾶσθαι ὁμολογοῦντος εἴη ἀδικεῖν.3 ἔπειτα τῶν ἑταίρων ἐκκλέψαι βουλομένων αὐτὸν οὐκ ἐφείπετο, ἀλλὰ καὶ ἐπισκῶψαι ἐδόκει ἐρόμενος εἴ που εἰδεῖέν τι χωρίον ἔξω τῆς Ἀττικῆς ἔνθα οὐ προσβατὸν θανάτῳ.
また、死を免れるために懇願すべきではないと考えており、むしろ自分にとって今や死ぬべき時が来ていると考えていた。彼がそのように考えていたことは、有罪判決が下された後にいっそう明白となった。というのも、まず対抗刑を提案するよう求められたとき、彼自身もそうしなかったし、友人たちにもさせず、むしろ対抗刑を提案することは罪を犯したと認める者のすることであると言ったからである。さらに、仲間たちが彼を脱獄させようとしたときも、それに従わず、むしろアッティカの外に死が近づくことのできない場所をどこか知っているかと尋ねて、からかうようにさえ見えたからである。
ὡς δὲ τέλος εἶχεν ἡ δίκη, εἰπεῖν αὐτόν· ἀλλʼ, ὦ ἄνδρες, τοὺς μὲν διδάσκοντας τοὺς μάρτυρας ὡς χρὴ ἐπιορκοῦντας καταψευδομαρτυρεῖν ἐμοῦ καὶ τοὺς πειθομένους τούτοις ἀνάγκη ἐστὶ πολλὴν ἑαυτοῖς συνειδέναι ἀσέβειαν καὶ ἀδικίαν· ἐμοὶ δὲ τί προσήκει νῦν μεῖον φρονεῖν ἢ πρὶν κατακριθῆναι, μηδὲν ἐλεγχθέντι ὡς πεποίηκά τι ὧν ἐγράψαντό με; οὐδὲ γὰρ ἔγωγε ἀντὶ Διὸς καὶ Ἥρας καὶ τῶν σὺν τούτοις θεῶν οὔτε θύων τισὶ καινοῖς δαίμοσιν οὔτε ὀμνὺς οὔτε νομίζων ἄλλους θεοὺς ἀναπέφηνα.
そして、裁判が終わりを迎えたとき、彼はこう言ったという。「しかし諸君、偽誓をして私について虚偽の証言をするよう証人たちに唆した者たちと、それに従った者たちは、自らの中に大きな不敬虔と不正を意識せざるを得ない。しかし、私が告発された事柄を何か行ったと全く立証されていないのに、有罪判決を下される前よりも、私が今、気落ちする必要がどうしてあろうか。なぜなら、私はゼウスやヘラ、そして彼らとともにある神々の代わりに、新しい神霊に犠牲を捧げたり、誓いを立てたり、他の神々を認めたりしている姿を決して現さなかったからである。
τούς γε μὴν νέους πῶς ἂν διαφθείροιμι καρτερίαν καὶ εὐτέλειαν προσεθίζων; ἐφʼ οἷς γε μὴν ἔργοις κεῖται θάνατος ἡ ζημία, ἱεροσυλίᾳ, τοιχωρυχίᾳ, ἀνδραποδίσει, πόλεως προδοσίᾳ, οὐδʼ αὐτοὶ οἱ ἀντίδικοι τούτων πρᾶξαί τι κατʼ ἐμοῦ φασιν. ὥστε θαυμαστὸν ἔμοιγε δοκεῖ εἶναι ὅπως ποτὲ ἐφάνη ὑμῖν τοῦ θανάτου ἔργον ἄξιον ἐμοὶ εἰργασμένον.
また、忍耐と質素さに彼らを慣れさせている私が、どうして若者を堕落させていると言えるだろうか。さらに、死刑が罰として定められている行為、すなわち神殿荒らし、夜盗、人身売買、国家反逆について、告発者たち自身さえ、私がそれらのいずれかを行ったとは主張していない。したがって、私に死に値する行為がなされたと、あなたがたにいったいどのようにして思われたのか、私には実に奇妙に思われる。」
- 18τὸ δʼ ἐν τῇ πολιορκίᾳ
先行する §17 の τάδε τεκμήρια(これら[以下]の証拠)を承けて、冠詞 τὸ を伴う不定詞句が同格として続いている構造。ここでは「包囲戦において〜こと」という事実を提示している。
- 20τοῖς γειναμένοις
動詞 γείνομαι(生む)のアオリスト中動態分詞(他動詞的意味「生んだ者たち」)の冠詞付き名詞化用法。ここでは「両親(親たち)」を意味する。通常のアオリスト ἐγενόμην(自動詞的)と混同しないよう注意。
- 23ὁμολογοῦντος εἴη ἀδικεῖν
現在分詞の属格 ὁμολογοῦντος(認める人)がコピュラ(希求法 εἴη)の述語として用いられており、「〜の属性である、〜のすることである」という所有の属格(性質の属格)の機能。全体として「対抗刑を提案することは(主語 τὸ ὑποτιμᾶσθαι)、自分が不正を行っていると認める者のすることである」という意味になる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
