§2.1Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν·
从前在百姓中也有假先知起来,如同在你们中间也必有假师傅,私自引进陷害人的异端,连买他们的主他们也不承认,自取速速地灭亡。
§2.2καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται·
将有许多人随从他们邪淫的行为,便叫真理的道因他们的缘故被毁谤。
§2.3καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται·
他们因有贪心,用捏造的言语在你们身上取利。
οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
他们的刑罚,自古以来并不迟延;他们的灭亡也必不打盹。
§2.4εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειροῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, §2.5καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, §2.6καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς, §2.7καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρύσατο,— §2.8βλέμματι γὰρ καὶ ἀκοῇ δίκαιος ἐνκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν,— §2.9οἶδεν Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
正如神没有宽容犯了罪的天使,而是把他们丢在深坑的幽暗中,交由审判时拘留;并且没有宽容上古的世代,却在使洪水临到那不敬虔的世代时,保护了传义道的诺亚一家八口;又判定所多玛和蛾摩拉二城,将它们焚烧成灰,作为后世不敬虔之人的鉴戒;只搭救了那常为无法之人的淫行忧伤的义人罗得—— (因为那义人住在他们中间,看见听见他们不法的行为,他的义心天天就忧伤)—— 主知道搭救敬虔的人脱离试炼,把不义的人留在刑罚之下,等候审判的日子。
§2.10μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.
特别是那些随从肉体、生活在污秽的情欲之中,并且轻慢主治之人的。
τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες,
他们胆大任性,毁谤尊贵的也不知惧怕。
§2.11ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατʼ αὐτῶν [παρὰ Κυρίῳ] βλάσφημον κρίσιν.
就是天使,虽然力量和权能更大,尚且不用毁谤的话在主面前告他们。
§2.12οὗτοι δέ, ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται, ἀδικούμενοι μισθὸν ἀδικίας·
但这些人好像没有理性的畜类,生来就是预备遭捉拿宰杀的。 他们毁谤自己所不知道的事,必在自己的败坏中灭亡,所得的正是他们行恶的报应。
§2.13ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
他们把白昼宴乐当作快乐。 他们是污点和瑕疵,与你们同席吃饭的时候,以自己的诡诈为乐。
§2.14ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπάστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα,
他们满眼是淫色,止不住犯罪,引诱那不坚固的人。 他们的心习惯了贪婪,是可诅咒的儿女。
§2.15καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βεὼρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν
他们离弃了正路,走入歧途,随从了比珥之子巴兰的路。
§2.16ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
巴兰就是那喜爱不义之工价的先知,他却为自己的过犯受了责备:那不能说话的驴竟然用人的声音说出话来,阻挡了先知的狂妄。
§2.17οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται.
这些人是无水的井,是狂风吹刮的雾气,有墨黑的幽暗为他们留存。
§2.18ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
他们说虚妄夸大的话,用肉体的情欲和邪淫的事,引诱那些刚才脱离妄行的人。
§2.19ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.
他们应许人有自由,自己却作了败坏的奴隶;因为人被谁征服,就是谁的奴隶。
§2.20εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
倘若他们因认识主——救主耶稣基督,得以脱离世上的污秽,后来又在其中被缠住、被征服,他们末后的景况就比先前更不好了。
§2.21κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς·
他们晓得义路,竟背弃了传给他们的圣命,倒不如不晓得的好。
§2.22συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας
"Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα,"
καί Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.
俗语说得真不错,这事在他们身上发生了:“狗所吐的,它转过来又吃”;“猪洗净了,又回到泥里去滚”。