§3.1Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, §3.2μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος,
亲爱的,我现在给你们写的是第二封信。 在这两封信中,我都通过提醒来激发你们纯洁的心,使你们记起圣先知预先所说的话,以及你们的使徒所传授的主和救主的命令。
§3.3τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι §3.4καὶ λέγοντες Ποῦ ἐστὶν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ;
首先你们要晓得,在末后的日子必有爱嘲弄的人,随从自己的私欲出来嘲弄,说:“他要来临的应许在哪里呢?
ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως.
因为自从列祖睡了以来,万物与创造之初仍是一样。
§3.5λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, §3.6διʼ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
” 他们故意忽略这事实:在太古凭神的智慧就有了天,并凭水和借着水而立的地,借着这些,当时的世界被水淹没而消灭了。
§3.7οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
但现在的天地,凭着同一的话语被保留下来,直存留到不敬虔之人受审判和灭亡的日子,用火焚烧。
§3.8Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα
"παρὰ Κυρίῳ"
ὡς χίλια ἔτη καὶ
"χίλια ἔτη ὡς ἡμέρα"
μία.
亲爱的,有一件事你们不可忽略:在主看来,一日如千年,千年如一日。
§3.9οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
主并不延迟他的应许,像有人以为他是延迟一样,其实他是对你们宽容,不愿有一人灭亡,而是愿人人都达到悔改。
§3.10Ἥξει δὲ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται.
但主的日子要像贼一样来到。 在那日,天要在轰然巨响中消逝,天体都要被烈火烧毁而熔化,地和其上的工作都要被暴露出来。
§3.11Τούτων οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν [ὑμᾶς] ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
既然这一切都要这样熔化,你们在圣洁的行为和敬虔上应当是怎样的人呢!
§3.12προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, διʼ ἣν
"οὐρανοὶ"
πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα
"τήκεται· "
仰望并催促神日子的来临! 在那日,天要被火烧毁而熔化,天体也要被烈火烧熔。
§3.13"καινοὺς"
δὲ
"οὐρανοὺς καὶ γῆν καινὴν"
κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
但我们照他的应许,盼望新天新地,有公义居住在其中。
§3.14Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
因此,亲爱的,你们既盼望这些事,就当殷勤,使自己没有污点,没有瑕疵,在安宁中被主见着。
§3.15καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,
并且要以我们主的宽容为得救的机会,就如我们亲爱的兄弟保罗,照着所赐给他的智慧,写信给你们一样。
§3.16ὡς καὶ ἐν πάσαις ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν αἷς ἐστὶν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
他在所有的信中都谈到这些事。 信中有些地方难明白,那些无知和不坚定的人加以曲解,如曲解其他经书一样,自取灭亡。
§3.17Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
所以,亲爱的,你们既然预先知道了,就当防备,免得被无法之人的谬论引诱,从自己坚固的立场上坠落。
§3.18αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.
你们倒要在我们主和救主耶稣基督的恩典和知识上成长。
αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος.
愿荣耀归给他,从今直到永远之日。