§2.1Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης;
我的弟兄们,你们信奉我们荣耀的主耶稣基督,便不可按着外貌待人。
§2.2ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, §2.3ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε Σὺ στῆθι ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου, §2.4οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
若有一个人戴着金戒指,穿着华丽衣服,进入你们的会堂,又有一个穷人穿着脏衣服也进去,你们就重看那穿华丽衣服的人,说:“请坐在这好位子上”;又对那穷人说:“你站在那里”,或“坐在我脚凳下”,这岂不是你们偏心待人,用恶心判断人吗?
§2.5Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
我亲爱的弟兄们,请听:神岂不是挑选了世上的穷人,在信心上富足,并承受他应许给那些爱他之人的国吗?
§2.6ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν.
你们反倒羞辱穷人。
οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
那欺压你们、拉你们到公堂去的,岂不是富足人吗?
§2.7οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
亵渎那召你们的尊贵之名的,岂不是他们吗?
§2.8εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν
"Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν,"
καλῶς ποιεῖτε·
经上记着说:“要爱人如己。 ”你们若真守这至尊的律法,才是好的。
§2.9εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
但你们若按外貌待人,便是犯罪,被律法定为犯法的。
§2.10Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
因为凡遵守全部律法的,只在一条上跌倒,他就是犯了众条。
§2.11ὁ γὰρ εἰπών
"Μὴ μοιχεύσῃς"
εἶπεν καί
"Μὴ φονεύσῃς· "
εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου.
原来那说“不可奸淫”的,也说“不可杀人”;你就是不奸淫,却杀人,仍是成了犯律法的。
§2.12οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
你们既然要按使人自由的律法受审判,就该照这律法说话行事。
§2.13ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.
因为那不怜悯人的,也要受无怜悯的审判;怜悯原是向审判夸胜。
§2.14Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ;
我的弟兄们,若有人说自己有信心,却没有行为,有什么益处呢?
§2.15μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
这信心能救他吗?
ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς, §2.16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος;
若有弟兄或姐妹赤身露体,又缺了日用的饮食,你们中间有人对他们说:“平平安安地去吧! 愿你们穿得暖,吃得饱”,却不给他们身体所需用的,有什么益处呢?
§2.17οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθʼ ἑαυτήν.
这样,信心若没有行为,就是死的,它本身是死的。
§2.18ἀλλʼ ἐρεῖ τις Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω.
必有人说:“你有信心,我有行为。
δεῖξον μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν.
”把你没有行为的信心指给我看,我就借着我的行为,把我的信心指给你看。
§2.19σὺ πιστεύεις ὅτι εἷς θεὸς ἔστιν; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
你信神只有一位,你信得不错;连鬼魔也信,却是战惊。
§2.20θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν;
虚浮的人哪,你想知道没有行为的信心是无用的吗?
§2.21"Ἀβραὰμ"
ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη,
"ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; "
我们的祖宗亚伯拉罕把他的儿子以撒献在坛上,岂不是因行为称义吗?
§2.22βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα
可见信心是与他的行为并行,而且信心因着行为才得成全。
§2.23"Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην,"
καὶ
"φίλος θεοῦ"
ἐκλήθη.
这就应验经上所说:“亚伯拉罕信神,这就算为他的义。 ”他又得称为“神的朋友”。
§2.24ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
这样看来,人称义是因着行为,不是单因着信。
§2.25ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
妓女喇合接待使者,又放他们从别的路出去,不也是一样因行为称义吗?
§2.26ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
身体没有灵魂是死的,信心没有行为也是死的。