Humanitext Reader

新约圣经 · 雅各书 §1.1-1.27

试炼中的忍耐与行道所显明的纯全虔诚

第 1 段,共 5 段 · 希腊语

内容简介

本章强调在试炼中忍耐与智慧的重要性,并指出真正的、纯洁的虔诚不仅在于听道,更在于将话语付诸实行。

§1.1ΙΑΚΩΒΟΣ θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
神和主耶稣基督的仆人雅各,向散居在各处的十二个支派问安。
§1.2Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, §1.3γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
我的弟兄们,你们落在百般试炼中,都要以为大喜乐;因为知道你们的信心经过试验,就生忍耐。
§1.4ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
但忍耐也当成功,使你们成全、完备,毫无缺欠。
§1.5Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ·
你们中间若有缺少智慧的,应当求那厚赐与众人、也不斥责人的神,主就必赐给他。
§1.6αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ·
只要凭着信心求,一点不疑惑;因为那疑惑的人,就像海中的波浪,被风吹动翻腾。
§1.7μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου
这样的人不要想从主那里得什么。
§1.8ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
心怀二意的人,在他一切的道路上都没有定见。
§1.9Καυχάσθω δὲ [ὁ] ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, §1.10ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι "ὡς ἄνθος χόρτου" παρελεύσεται.
卑微的弟兄升高,就该喜乐;富足的降卑,也该如此;因为他必要过去,如同"草上的花"一样。
§1.11ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ "ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος" αὐτοῦ "ἐξέπεσεν" καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
太阳出来,热风刮起,"草就枯干,花也凋谢",美容就消灭了;那富足的人,在他所行事上也要这样衰残。
§1.12Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
忍受试炼的人是有福的,因为他经过试验以后,必得生命的冠冕;这是主应许给那些爱他之人的。
§1.13μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
人被试探,不可说:“我是被神试探”;因为神不能被恶试探,他也不试探人。
§1.14ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
但各人被试探,乃是被自己的私欲勾引诱惑的。
§1.15εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ θάνατον.
私欲既怀了胎,就生出罪来;罪既长成,就生出死来。
§1.16Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
我亲爱的弟兄们,不要看错了。
§1.17πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρʼ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
各样美善的恩赐和各样全备的赏赐都是从上头来的,从众光之父那里降下来的;在他并没有改变,也没有转动的影儿。
§1.18βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
他按自己的旨意,用真理的道生了我们,叫我们在他所造的万物中好像初熟的果子。
§1.19Ἴστε, ἀδελφοί μου ἀγαπητοί.
我亲爱的弟兄们,这是你们所知道的。
ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν, §1.20ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.
但你们各人要快快地听,慢慢地说,慢慢地动怒,因为人的怒气并不成就神的义。
§1.21διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
所以,你们要脱去一切的污秽和盈余的邪恶,存温柔的心领受那所栽种的道,就是能救你们灵魂的道。
§1.22Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς.
只是你们要行道,不要单单听道,自己欺哄自己。
§1.23ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ, §1.24κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
因为听道而不行道的,就像人对着镜子看自己生来的面貌,看见,走后,随即忘了他的相貌如何。
§1.25ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
惟有详细察看那全备、使人自由之律法的,并且时常遵守,他不是听了就忘,乃是实在行出来,就在他所行的事上必然得福。
§1.26Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν ἑαυτοῦ ἀλλὰ ἀπατῶν καρδίαν ἑαυτοῦ, τούτου μάταιος ἡ θρησκεία.
若有人自以为虔诚,却不勒住他的舌头,反欺哄自己的心,这人的虔诚是虚空的。
§1.27θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
在神我们的父面前,那清洁没有玷污的虔诚,就是看顾在患难中的孤儿寡妇,并且保守自己不沾染世俗。

词汇与语法注释

  1. 1.1χαίρειν — 独立不定式(绝对不定式),用作书信开头的公式化问候语,替代表示祝愿的命令式或祈愿式表达。
  2. 1.10ὁ δὲ πλούσιος — 由于对比结构,前一节(§1.9)中的命令式动词 καυχάσθω(该喜乐/夸耀)在此处被省略,需结合上下文予以补充。
  3. 1.13ἀπείραστός ἐστιν κακῶν — 形容词 ἀπείραστος(不受试探的或不试探人的)与关系属格 κακῶν(恶的)的结合。虽然主动和被动意义在语法上都成立,但传统上多理解为被动含义,即“不能被恶试探”。
  4. 1.25ἀκροατὴς ἐπιλησμονῆς — 名词 ἀκροατής 后接属格名词 ἐπιλησμονῆς,起到了希伯来语支(闪米特语式)中“性质属格”的作用,表示形容词性的含义“忘恩的/忘却的听众”。

引用这一段

新约圣经, 雅各书 §1.1-1.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg020.humanitext-grc2:1.1-1.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。