Humanitext Reader

新约圣经 · 希伯来书 §6.1-6.20

迈向成熟的劝勉与神不变的应许

第 6 段,共 13 段 · 希腊语

内容简介

作者劝勉信徒越过基督道理的开端迈向成熟,并警告那些在尝过属天恩赐后堕落的人无法重新悔改。随后,作者以神向亚伯拉罕起誓确立的不变应许来勉励他们,将盼望比作通往幔内至圣所、即耶稣已作为先驱进入之处的灵魂之锚。

§6.1Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, §6.2βαπτισμῶν διδαχὴν ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεως νεκρῶν καὶ κρίματος αἰωνίου.
所以,我们应当离开关于基督的开端道义,竭力进到完全的地步;不用再立根基,就是那悔改死行、信靠神、各样洗礼的教导、按手礼、死人复活,以及永远审判的根基。
§6.3καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.
神若准许,我们必这样行。
§6.4Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου §6.5καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, §6.6καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.
因为对于那些曾经一次蒙了光照、尝过天恩的滋味、又于圣灵有分、尝过神善道的滋味、以及来世权能的滋味,并且堕落了的人,重新使他们悔改是不可能的;因为他们为自己把神的儿子重钉十字架,显明地羞辱祂。
§6.7"γῆ" γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα "βοτάνην" εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ· §6.8"ἐκφέρουσα" δὲ "ἀκάνθας καὶ τριβόλους" ἀδόκιμος καὶ "κατάρας" ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
譬如 “土地”,吃过屡次降在其上的雨水,并且生产出合乎耕作它的人需要的 “菜蔬”,就能从神得福;但若长出 “荆棘和蒺藜”,就会被废弃,近乎 “诅咒”,它的结局就是焚烧。
§6.9Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν·
亲爱的弟兄们,虽然我们这样说,但我们深信你们处于更好的光景,并伴随着拯救。
§6.10οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
因为神并非不公义,竟至忘记你们的行为和爱心,就是你们奉祂的名所显出的,以前服事圣徒,现在仍然服事。
§6.11ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, §6.12ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
我们愿你们各人都显出同样的殷勤,使你们的盼望确立不移,直到终点;并且不至于懈怠,反倒去效法那些凭着信心和耐性承受应许的人。
§6.13Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, "ὤμοσεν καθʼ ἑαυτοῦ," §6.14λέγων "Εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ" σε·
因为神给亚伯拉罕应许的时候,既然没有比自己更大者可以指着起誓,就 “指着自己起誓”,说: “我必赐大福给你,必使你的子孙极其增多。
§6.15καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
” 这样,亚伯拉罕因着恒心忍耐,得到了所应许的。
§6.16ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
人们总是指着比自己大者起誓,并且以起誓结束一切争论,作为保证。
§6.17ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,
在此情况下,神想要更清楚地向承受应许的人显明祂旨意的不可更改,就以起誓来保证。
§6.18ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
从而借着这两件不可更改的事——就是神决不能说谎的这两件事——使我们这逃往避难所、持定摆在我们面前盼望的人,能得着极大的勉励。
§6.19ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ "εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,"
我们有这盼望如同魂的锚,既安全又坚固,且 “通入幔子内部”。
§6.20ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, "κατὰ τὴν τάξιν Μελχισεδὲκ" ἀρχιερεὺς γενόμενος "εἰς τὸν αἰῶνα. "
耶稣作先驱,为我们进入了那里,照着 “麦基洗德的等次” 成了 “永远” 的大祭司。

词汇与语法注释

  1. §6.2βαπτισμῶν διδαχὴν — 宾格名词 διδαχήν 与前一节(§6.1)中 καταβαλλόμενοι 的宾语 θεμέλιον 呈同位语关系,或作为该分词的另一个直接宾语。随后的属格名词(ἐπιθέσεώς、ἀναστάσεως、κρίματος)并列,用以限定这一基础教导的具体内容。
  2. §6.6ἀνασταυροῦντας — 在以 Ἀδύνατον 开头的复杂长句中,主干结构为 Ἀδύνατον ... [ἐστὶν] πάλιν ἀνακαινίζειν(重新使……悔改是不可能的)。宾格分词 ἀνασταυροῦντας 修饰的是不定式的宾语,即 τοὺς ... παραπεσόντας(那些堕落了的人),而非不定式动作的逻辑主语。它作为状语表示原因或条件,即“因为(或只要)他们为自己把神的儿子重钉十字架,显明地羞辱祂”。
  3. §6.18οἱ καταφυγόντες κρατῆσαι — 虽然不定式 κρατῆσαι(持定)可以解释为修饰名词 παράκλησιν(“去持定……的勉励”),但从句法和上下文来看,将其解释为表示前面分词 οἱ καταφυγόντες 的目的更为自然,即“我们这些为了持定摆在面前的盼望而逃往避难所的人”。

引用这一段

新约圣经, 希伯来书 §6.1-6.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg019.humanitext-grc2:6.1-6.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。