§4.1φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας
"εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ"
δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι·
所以,既然“进入祂安息”的应许还留着,我们就该畏惧,免得你们中间有人似乎没有赶上。
§4.2καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλʼ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συνκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.
因为确实有福音传给我们,像传给他们一样;只是所听见的道对他们无益,因为他们听见的人没有用信心与它调和。
§4.3"Εἰσερχόμεθα"
γὰρ
"εἰς [τὴν] κατάπαυσιν"
οἱ πιστεύσαντες, καθὼς εἴρηκεν
"
Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου,
"
καίτοι
"τῶν ἔργων"
ἀπὸ καταβολῆς κόσμου γενηθέντων,
因为我们已经相信的人“进入那安息”,正如祂所说:“正如我在愤怒中起誓:‘他们绝不能进入我的安息’,”虽然自创世以来,“工作”已经完成了。
§4.4εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως
"Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ," §4.5καὶ ἐν τούτῳ πάλιν
"Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
因为关于第七日,祂在某处这样说:“到第七日,神就歇了祂一切的工作,安息了”;并且在这一处又说:“他们绝不能进入我的安息。
" §4.6ἐπεὶ οὖν ἀπολείπεται τινὰς
"εἰσελθεῖν εἰς"
αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ
"εἰσῆλθον"
διʼ ἀπείθειαν, §4.7πάλιν τινὰ ὁρίζει ἡμέραν,
"Σήμερον,"
ἐν Δαυεὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται,
"
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· "
” 既然这安息还留着,要让一些人“进入”,而那些先前听见福音的人因为不顺从而没有“进入”,祂就再次定了一个日子,就是“今日”,在过了这么久以后,借着大卫的话,正如上面所预言的:“今日,你们若听见祂的声音,就不可硬着心。
§4.8εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.
” 因为如果约书亚已经给他们带来了安息,神后来就不会再谈到另一个日子了。
§4.9ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ·
这样看来,必另有一安息日的安息,为神的子民存留。
§4.10ὁ γὰρ
"εἰσελθὼν εἰς τὴν"
"κατάπαυσιν αὐτοῦ"
καὶ αὐτὸς
"κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ"
ὥσπερ
"ἀπὸ τῶν"
ἰδίων
"ὁ θεός. "
因为那进入祂安息的,也是歇了自己的工作,正如神歇了祂的工作一样。
§4.11Σπουδάσωμεν οὖν
"εἰσελθεῖν εἰς"
ἐκείνην
"τὴν κατάπαυσιν,"
ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
所以,我们务要竭力“进入”那“安息”,免得有人随着那不顺从的样板跌倒了。
§4.12Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· §4.13καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
因为神的道是活泼的,是有功效的,比一切两刃的剑更快,甚至能刺入、剖开魂与灵,骨节与骨髓,并且能辨明心中的思念和主意;在祂面前,没有被造之物是隐藏的,一切在祂的眼目中都是赤露敞开的,我们必须向祂交代。
§4.14Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ κρατῶμεν τῆς ὁμολογίας· θεοῦ,
所以,我们既然有一位已经升入高天的大祭司,就是神的儿子耶稣,就当持守我们的宣认。
§4.15οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συνπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας.
因为我们的大祭司并非不能同情我们的软弱,祂也在各方面与我们一样受过试探,只是祂没有犯罪。
§4.16προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
所以,我们只管坦然无惧地来到施恩的宝座前,为要得怜恤,蒙恩惠,作随时的帮助。