Humanitext Reader

新约圣经 · 希伯来书 §11.1-11.40

信心的定义与旧约古人的榜样

第 11 段,共 13 段 · 希腊语

内容简介

本章定义了信心的本质,并通过列举旧约圣经中历代信心伟人(如亚伯、以诺、诺亚、亚伯拉罕和摩西等)的榜样,阐明他们如何因着信胜过种种磨难,并指出他们只有同新约信徒一起才能达到完全。

§11.1Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·
信就是所望之事的实底,是未见之事的确据。
§11.2ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
古人在这信上得了美好的证据。
§11.3Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.
我们因着信,就知道诸世界是借神的话造成的;这样,所看见的,并不是从显然之物造出来的。
§11.4Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Καὶν προσήνεγκεν τῷ θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος "ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ," καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.
亚伯因着信,献祭给神,比该隐所献的更美,因此便得了称义的见证,就是神指着他的礼物作见证。 他虽然死了,却因这信仍旧说话。
§11.5Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ "οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· " πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται "εὐαρεστηκέναι τῷ θεῷ,"
以诺因着信,被接去,不至于见死,人也“找不着他,因为神已经把他接去了”;只是他被接去以前,已经得了“蒙神喜悦”的见证。
§11.6χωρὶς δὲ πίστεως ἀδύνατον "εὐαρεστῆσαι," πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον [τῷ] θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
人非有信,就不能“蒙神的喜悦”;因为到神面前来的人必须信有神,且信祂赏赐那寻求祂的人。
§11.7Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
诺亚因着信,既蒙神指示他未见的事,动了敬畏的心,预备了一只方舟,使他全家得救。 因此就定了那世代的罪,自己也承受了那从信而来的义。
§11.8Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν "ἐξελθεῖν" εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ "ἐξῆλθεν" μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
亚伯拉罕因着信,蒙召的时候就遵命“出去”,往将来要得为业的地方去;他“出去”的时候,还不知道往哪里去。
§11.9Πίστει "παρῴκησεν" εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
他因着信,在应许之地“作客”,好像在异地居住帐篷,与那同蒙一个应许的以撒、雅各一样。
§11.10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
因为他等候那座有根基的城,就是神所设计、所建造的。
§11.11Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον·
撒拉自己,虽然过了生育的年龄,因着信,还能怀孕,因她以为那应许她的是信实的。
§11.12διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, "καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ" τῷ πλήθει "καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ" "χεῖλος τῆς θαλάσσης" ἡ ἀναρίθμητος.
所以从一个仿佛已死的人,竟然生出许多子孙来,如同天上的星那样众多,如同海沙那样无数。
§11.13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι "ξένοι καὶ παρεπίδημοί" εἰσιν "ἐπὶ τῆς γῆς· "
这些人都是存着信心死的,并没有得着所应许的;却从远处望见,且欢喜迎接,又承认自己在地上是“客旅,是寄居的”。
§11.14οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
说这样话的人是表明自己要寻找一个家乡。
§11.15καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφʼ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
他们若想念所离开的家乡,还有可以回去的机会。
§11.16νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου.
他们却羡慕一个更美的家乡,就是在天上的。
διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
所以神被称为他们的神,并不以为耻,因为祂已经给他们预备了一座城。
§11.17Πίστει "προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος," καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι
亚伯拉罕因着信,“被试验的时候,就把以撒献上”;这承受应许的,正要把自己的独生子献上。
§11.18"Ἐν Ἰξαὰκ κληθήσεταί σοι ξπέρμα,"
论到这儿子,曾有话说: “从以撒生的才要称为你的后裔。
§11.19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
” 他以为神还能叫人从死里复活;因此,按比喻说,他也确实从死里得回了他的儿子。
§11.20Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
以撒因着信,指着将来的事给雅各、以扫祝福。
§11.21Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ "προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. "
雅各临死的时候,因着信给约瑟的两个儿子各自祝福,“扶着杖头敬拜神”。
§11.22Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
约瑟临终的时候,因着信提到以色列族得释放的事,并为自己的骸骨留下遗命。
§11.23Πίστει Μωυσῆς γεννηθεὶς "ἐκρύβη τρίμηνον" ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι "εἶδον ἀστεῖον" τὸ παιδίον καὶ οὐκ ἐφοβή θησαν τὸ διάταγμα τοῦ βασιλέως.
摩西生下来,他的父母因着信,“把他藏了三个月”,因为“见他是个俊美的”孩子,也不怕王所命的命令。
§11.24Πίστει "Μωυσῆς μέγας γενόμενος" ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
“摩西长大以后”,因着信,拒绝被称为法老女儿之子。
§11.25μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
他宁可选择同神的百姓同受苦害,也不愿暂时享受罪中之乐。
§11.26μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν "τὸν ὀνειδισμὸν τοῦ χριστοῦ," ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
他看“为基督受的凌辱”比埃及的财宝更宝贵,因他想望所受的赏赐。
§11.27Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
他因着信,离开埃及,不怕王的愤怒;因为他恒心忍耐,如同看见那不能看见的主。
§11.28Πίστει πεποίηκεν "τὸ πάσχα" καὶ τὴν πρόσχυσιν "τοῦ αἵματος," ἵνα μὴ "ὁ ὀλοθρεύων" τὰ πρωτότοκα θίγῃ αὐτῶν.
他因着信,就立了“逾越节”,行了“洒血的礼”,免得那“灭”长子的临近他们。
§11.29Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
他们因着信,过红海如行干地;埃及人试着要过去,就被淹没了。
§11.30Πίστει τὰ τείχη Ἰερειχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
耶利哥的城墙,因着人有信,围绕七日就倒塌了。
§11.31Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.
妓女拉哈因着信,曾和和平平地接待探子,就不与那些不顺从的人一同灭亡。
§11.32Καὶ τί ἔτι λέγω;
我又何必再说呢?
ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυείδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
若要一一细说基甸、巴拉、参孙、耶弗他、大卫、撒母耳和众先知的事,时候就不够了。
§11.33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, ἠργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, §11.34ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
他们因着信,制伏了敌国,行了公义,得着了应许,堵了狮子的口,灭了烈火的威力,脱了刀剑的锋刃,软弱变为刚强,在争战中显出勇猛,打退外邦的军队。
§11.35ἔλαβον †γυναῖκες† ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν·
有妇人得自己的死人复活。
ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
又有人忍受严刑,不肯苟且得释放,为要得着更美的复活。
§11.36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· §11.37ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγίοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
又有人戏弄、鞭打、捆锁、监禁,各等的磨炼,被石头打死,被试探,被锯锯死,受刃杀。
§11.38ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
披着绵羊山羊的皮各处奔跑,受穷乏、患难、苦害,在旷野、山岭、山洞、地穴,漂流无定,本是世界不配有的人。
§11.39Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, §11.40τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
这些人都是因信得了美好的证据,却仍未得着所应许的;因为神给我们预备了更美的事,免得他们若不与我们同得,就不能完全。

词汇与语法注释

  1. §11.1Ἔστιν δὲ πίστις — 句首的 Ἔστιν 并非表示存在的无人称用法(“有”),而是系动词置于句首起强调作用,用以突出对“信”的本质性定义(“信就是……”)。
  2. §11.3εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι — 前置词 εἰς τὸ 与不定式 γεγονέναι 结合,表示结果或目的。否定词 μή 并非直接修饰整个不定式,而是直接修饰介词短语 ἐκ φαινομένων(由显然之物),意为“所看见的,并不是从显然之物造出来的”。
  3. §11.5τοῦ μὴ ἰδεῖν θάνατον — 属格冠词 τοῦ 后接不定式 ἰδεῖν 的属格不定式结构,修饰主句动词 μετετέθη(被接去),用以表示目的(“不至于见死”)或结果。
  4. §11.12καὶ ταῦτα νενεκρωμένου — 短语 καὶ ταῦτα 是一个惯用表达,意为“而且”、“尤其是”。分词 νενεκρωμένου 是属格的完美时态分词,与前方的单数属格(或指代人的代词性表达 ἀφʼ ἑνός)一致,用以描述其“仿佛已死”的状态。
  5. §11.32ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος — 这是古典希腊语和拉丁语修辞学中极常见的“时间不足”的托波斯(topos),直译为“在讲述时时间将抛弃我”。分词 διηγούμενον 作为副词性分词(表时间或伴随),修饰宾格人称代词 με(我)。
  6. §11.39μαρτυρηθέντες — 不定过去时被动语态分词,字面意思是“被证实/被作见证”,在此处转指获得了来自神的肯定性评价、赞许或好评。

引用这一段

新约圣经, 希伯来书 §11.1-11.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg019.humanitext-grc2:11.1-11.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。