§1.1ΠΑΥΛΟΣ ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ §1.2Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
奉神旨意,照着在基督耶稣里生命的应许,作基督耶稣使徒的保罗,写信给亲爱的儿子提摩太:愿恩惠、怜悯、平安从父神和我们的主基督耶稣归与你。
§1.3Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου, §1.4νυκτὸς καὶ ἡμέρας ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων,
我感谢神,就是我接续祖先用清洁的良心所事奉的神。 我在祈祷中,昼夜不停地记住你,听见你的眼泪,就切切地想见你,好叫我满心快乐。
§1.5ἵνα χαρᾶς πληρωθῶ ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
我想到你心里无伪之信,这信是先在你不设防的外祖母罗以 y和你母亲友尼基心里的,我深信也在你的心里。
§1.6διʼ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου·
为这缘故,我提醒你,使你将神借我按手给你的恩赐再如火挑旺起来。
§1.7οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
因为神赐给我们,不是胆怯的心,乃是刚强、仁爱、谨守的心。
§1.8μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συνκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ,
所以,你不要以给我们的主作见证为耻,也不要以我这为主被囚的为耻;总要按神的能力,与我同为福音受苦。
§1.9τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, §1.10φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
神救了我们,以圣召召我们,不是按我们的行为,乃是按他的旨意和恩典;这恩典是万古之先,在基督耶稣里赐给我们的,但如今借着我们救主基督耶稣的显现才表明出来。 他已经把死废去,借着福音,将不能坏的生命彰显出来。
§1.11εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος.
我为这福音奉派作传道的,作使徒,作教师。
§1.12διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλʼ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
为这缘故,我也受这些苦难。 然而我不以为耻;因为我知道我所信的是谁,也深信他能保全我所交付他的,直到那日。
§1.13ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρʼ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·
你从我听的那纯正话语的规模,要用在基督耶稣里的信心和爱心常常守着。
§1.14τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
从前所交托你的善道,你要靠着那住在我们里面的圣灵牢牢守着。
§1.15Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστὶν Φύγελος καὶ Ἑρμογένης.
你知道这事,凡在亚细亚的人都离弃了我,其中有腓吉路和黑摩其尼。
§1.16δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη· §1.17ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν·
愿主怜悯阿尼色弗一家的人;因为他屡次使我畅快,不以我的锁链为耻,反而在罗马的时候,急切地寻找我,并且找到了。
§1.18— δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·
——愿主使他在那日得蒙主的怜悯!
— καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.
——他在以弗所怎样多多地服事我,你是知道得最清楚的。