§3.1πιστὸς ὁ λόγος. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
这话是可信的:若有人向往监督的职分,他就是羡慕一件善工。
§3.2δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, §3.3μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, §3.4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος·
所以作监督的必须无可指责,只作一个妇人的丈夫,节制,自守,端正,乐意接待远人,善于教导,不因酒无度,不打人,只要温和,不争吵,不贪财,好好管理自己的家,使儿女凡事端庄、顺服。
§3.5(εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται);
(人若不知道管理自己的家,焉能照管神的教会呢?
§3.6μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
)初入教的不可作监督,恐怕他自高自大,就落在魔鬼的审判里。
§3.7δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
监督也必须在教外有好名声,免得被人毁谤,落在魔鬼的网罗里。
§3.8Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, §3.9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
作执事的也是如此:必须端庄,不一口两舌,不好大酒,不贪无义之财,要用清洁的良心保存信仰的奥秘。
§3.10καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.
这等者也要先受考验,若没有可责之处,然后让他们作执事。
§3.11γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.
女人们也是如此:必须端庄,不说谗言,有节制,凡事忠心。
§3.12διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων·
执事只要作一个妇人的丈夫,好好管理儿女和自己的家。
§3.13οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
因为善作执事的,自己就得到美好的地步,并且在基督耶稣里的信仰上大有胆量。
§3.14Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν [πρὸς σὲ] ἐν τάχει, §3.15ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας·
我指望快到你那里去,所以先将这些事写给你;倘若我耽延,你也可以知道在神的家中当怎样行。 这家就是永生神的教会,真理的柱石和根基。
§3.16καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον·
大哉,敬虔的奥秘!
Ὃς ἐφανερώθη ἐν σαρκί,
ἐδικαιώθη ἐν πνεύματι,
ὤφθη ἀγγέλοις,
ἐκηρύχθη ἐν ἔθνεσιν,
ἐπιστεύθη ἐν κόσμῳ,
ἀνελήμφθη ἐν δόξῃ.
这是无可争议的:他在肉身显现,被圣灵称义,被天使看见,被传于外邦,被世人信服,被接在荣耀里。