§2.1Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, §2.2ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
因而,我劝你第一要紧的,是要为万人祈求、祷告、代求、感谢,为君王和一切在位的也该如此,使我们可以十分敬虔、端庄地度无事且安静的生活。
§2.3τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
这在我们的救主神面前是好的,是蒙悦纳的。
§2.4ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
他愿意万人得救,并且明白真道。
§2.5Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,
因为只有一位神,在神 and 人中间,也只有一位中保,乃是降世为人的基督耶稣。
§2.6ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·
他舍了自己作万人的赎价,这事在适当的时候被见证了出来。
§2.7εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, — ἀλήθειαν λέγω, οὐ ψεύδομαι, — διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
我为此被派作传道的,作使徒(――我说的是真话,并不说谎――),作外邦人在信仰和真理上的教师。
§2.8Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.
因此,我愿男人在无愤怒、无争论的情况下,在随处举起圣洁的手祷告。
§2.9Ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, §2.10ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν.
又愿女人以端正的衣着,用廉耻、克己妆饰自己,不以编发、黄金、珍珠或贵重的衣裳为装饰,只要有善行,这才与自称敬神的女人相称。
§2.11Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
女人要安静学习,一切顺服。
§2.12διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ.
我不许女人讲道,也不许她辖管男人,只要安静。
§2.13Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· §2.14καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν.
因为先造的是亚当,后造的是夏娃;并且亚当并没有被骗,而是女人被骗,陷在过犯里。
§2.15σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
然而,她们若常存信心、爱心、圣洁和克己,就必借着生产的事得救。