§4.1Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων
圣灵明说,在后来的时候,必有人离弃真道,听从那引诱人的邪灵和鬼魔的道理。
§4.2ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
这是因为说谎之人的假冒;这等人的良心如同被热铁烙了一般。
§4.3κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
他们禁止嫁娶,又命令禁戒食物,就是神所造、给那信道和明白真理的人感谢着领受的。
§4.4ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, §4.5ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
凡神所造的物都是好的,若感谢着领受,就没有一样可弃的,都因神的道和人的祈求成为圣洁了。
§4.6Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας,
你若将这些事提醒弟兄们,便是基督耶稣的好执事,在真道的话语和你向来所服从的善道上得了滋养。
§4.7τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ.
只是要弃绝那世俗的言语和老妇的荒渺传说。
γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
在敬虔上操练自己。
§4.8ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
操练身体,益处还少;惟独敬虔,凡事都有益处,因有今生和来生的应许。
§4.9πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος,
这话是可信的,是十分可佩服的。
§4.10εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
我们劳苦努力,正是为此,因我们的指望在乎永生的神;他是万人的救主,更是信徒的救主。
§4.11Παράγγελλε ταῦτα καὶ δίδασκε.
这些事,你要吩咐人,也要教导人。
§4.12μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνίᾳ.
不可叫人小看你年轻,总要在言语、行为、爱心、信心、清洁上,都作信徒的榜样。
§4.13ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
你要以宣读、劝勉、教导为念,直等到我来。
§4.14μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
你不要轻忽所得的恩赐,就是从前借着预言、在众长老按手的时候赐给你的。
§4.15ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν·
这些事你要殷勤去做,并要在此专心,使众人看出你的长进来。
§4.16ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
你要谨慎自己和自己的教导,要在这些事上恒心;因为这样行,又能救自己,又能救听你的人。