§5.1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, §5.2αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
弟兄们,论到时候和日期,不用写信给你们;因为你们自己明明知道,主的日子来到,好像夜间的盗贼一样。
§5.3ὅταν λέγωσιν Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
人正说“平安稳妥”的时候,灾祸忽然临到他们,如同产难临到怀胎的妇人一样,他们绝不能逃脱。
§5.4ὑμεῖς δέ, ἀδελ φοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτας καταλάβῃ,
弟兄们,你们却不在黑暗里,免得那日子像盗贼一样抓住你们。
§5.5πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας.
你们都是光明之子,都是白昼之子。
Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
我们不是属黑夜的,也不是属幽暗的。
§5.6ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
所以,我们不要睡觉,像别人一样,总要警醒谨守。
§5.7οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· §5.8ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν,
"ἐνδυσάμενοι θώρακα"
πίστεως καὶ ἀγάπης καὶ
"περικε φαλαίαν"
ἐλπίδα
"σωτηρίας· "
因为睡了的人是在夜间睡,醉了的人是在夜间醉;但我们既然属乎白昼,就应当谨守,把信心和爱心当作“护心镜遮胸”,把得救的盼望当作“头盔”戴上。
§5.9ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ],
因为神不是预定我们受惩罚,乃是预定我们借着我们的主耶稣基督得救。
§5.10τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
他替我们死,叫我们无论醒着、睡着,都与他同活。
§5.11Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
所以,你们该彼此劝慰,互相建立,正如你们素常所行的。
§5.12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, §5.13καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν.
弟兄们,我们劝你们敬重那在你们中间劳苦、在主里治理你们、劝戒你们的人;又因他们所做的工,用爱心格外尊重他们。
§5.14εἰρηνεύετε ἐν ἑαυτοῖς.
你们也要彼此和睦。
Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
弟兄们,我们劝你们,要警戒不守规矩的人,勉励灰心的人,扶助软弱的人,也要向众人恒久忍耐。
§5.15ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινὶ ἀποδῷ, §5.16ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
你们要注意,无论是谁都不可以恶报恶;或是彼此相待,或是对待众人,常要追求良善。
Πάντοτε χαίρετε, §5.17ἀδιαλείπτως προσεύχεσθε, §5.18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
要常常喜乐,不住地祷告,凡事谢恩;因为这是神在基督耶稣里向你们所定的旨意。
§5.19τὸ πνεῦμα μὴ σβέννυτε, §5.20προφητείας μὴ ἐξουθενεῖτε· §5.21πάντα [δὲ] δοκιμάζετε, τὸ καλὸν κατέχετε, §5.22"ἀπὸ παντὸς"
εἴδους
"πονηροῦ ἀπέχεσθε. "
不要熄灭圣灵的感动,不要藐视预言的恩赐;但要凡事察验,善美的要持守,各样的恶事要“禁戒不做”。
§5.23Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
愿赐平安的神亲自使你们完全成圣! 又愿你们的灵与魂与身子得蒙保守,在我们主耶稣基督降临的时候,完全无可指责!
§5.24πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
那召你们的原是信实的,他必成就这事。
§5.25Ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν.
弟兄们,请为我们祷告。
§5.26Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
与众弟兄亲嘴问安要圣洁。
§5.27Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
我指着主嘱咐你们,要把这信念给众弟兄听。
§5.28Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ὑμῶν.
愿我们主耶稣基督的恩常与你们同在!