§4.1Λοιπὸν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦ μεν ἐν κυρίῳ Ἰησοῦ, [ἵνα] καθὼς παρελάβετε παρʼ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε,— ἵνα περισσεύητε μᾶλλον.
末了,弟兄们,我们在主耶稣里求你们,劝你们:你们既然从我们领受了应当怎样行事为人以取悦神,正如你们现在所行的,就要更加力求进步。
§4.2οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ.
你们原知道我们凭着主耶稣传给你们什么命令。
§4.3Τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, §4.4εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, §4.5μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ
"τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν," §4.6τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι
"ἔκδικος Κύριος"
περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα.
神的旨意就是要你们圣洁,远避淫行;要你们各人晓得怎样用圣洁、尊贵守着自己的器皿,不放纵私欲的邪情,像那些不认识神的外邦人;不要在这事上越分,欺负他的弟兄;因为这一类的事,主必报应,正如我们预先对你们说过,又切切作证的。
§4.7οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλʼ ἐν ἁγιασμῷ.
神召我们,本不是要我们沾染污秽,乃是要我们成为圣洁。
§4.8τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν
"διδόντα τὸ πνεῦμα αὐτοῦ"
τὸ ἅγιον
"εἰς ὑμᾶς. "
所以,那弃绝这命令的,不是弃绝人,乃是弃绝那把自己的圣灵赐给你们的神。
§4.9Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους·
论到弟兄相爱,不用人写信给你们,因为你们自己蒙了神的教导,叫你们彼此相爱。
§4.10καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς [τοὺς] ἐν ὅλῃ τῇ Μακεδονίᾳ.
你们向马其顿全地的众弟兄固然是这样行。
Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, §4.11καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, §4.12ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
但我劝弟兄们要更加力求进步;又要立志作安静人,办自己的事,亲手做工,正如我们从前所吩咐你们的,好使你们规规矩矩地向外人行事,并且一无所缺。
§4.13Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
弟兄们,论到睡了的人,我们不愿意你们不知道,免得你们忧伤,像那些没有指望的人一样。
§4.14εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
我们若信耶稣死而复活了,那已经在耶稣里睡了的人,神也必将他们与耶稣一同带来。
§4.15Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
我们现在照主的话告诉你们一件事:我们这活着还存留到主来临的人,断不能在那已经睡了的人之先。
§4.16ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπʼ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
因为主必亲自从天降临,有呼叫的声音,有天使长的声音,又有神的号角吹响;那在基督里死了的人必先复活。
§4.17ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα·
以后我们这活着还存留的人要一同被提到云里,在空中与主相遇。
καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
这样,我们就要永远与主同在。
§4.18Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
所以,你们当用这些话彼此劝慰。