Humanitext Reader

新约圣经 · 腓立比书 §3.1-3.21

因基督而得的义与天上的国民

第 3 段,共 4 段 · 希腊语

内容简介

保罗警告要防备靠肉体受割礼的人,指出自己为了基督将先前的特权视作有损,并劝勉信徒作为天上的国民,要朝着天上的奖赏直跑。

§3.1Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ.
弟兄们,我还有话说:你们要靠主喜乐。
τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. —
我把这话再写给你们,于我并不为难,于你们却是妥当。
§3.2Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.
应当防备犬类,防备作恶的,防备妄自行割的。
§3.3ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
因为真受割礼的,乃是我们这以神的灵敬拜、在基督耶稣里夸口、不靠着肉体的。
§3.4καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·
其实,我也可以靠肉体;若别人想他可以靠肉体,我更可以靠着了。
§3.5περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμείν, Ἐβραῖος ἐξ Ἐβραίων, κατὰ νόμον Φαρισαῖος,
我第八天受割礼;我是以色列族、便雅悯支派的人,是希伯来人所生的希伯来人。
§3.6κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
谈到律法,我是法利赛人;谈到热心,我是逼迫教会的;谈到律法上的义,我是无可指摘的。
§3.7Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν χριστὸν ζημίαν.
只是我先前以为于我有益的,我现在因基督都当作有损的。
§3.8ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου διʼ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ,
不但如此,我也将万事当作有损的,因我以认识我主基督耶稣为至宝。
§3.9μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, §3.10τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ κοινωνίαν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, §3.11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.
我为他已经丢弃万事,看作粪土,为要得着基督,并且得以在他里面,不是有自己因律法而得的义,乃是有信基督的义,就是因信神而来的义,使我认识基督,晓得他复活的大能,并且晓得和他一同受苦,效法他的死,或者我也得以从死里复活。
οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, §3.12διώκω δὲ εἰ καὶ καταλάβω, ἐφʼ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ [Ἰησοῦ].
这不是说我已经得着了,已经完全了;我乃是竭力追求,或者可以得着基督耶稣所以得着我的。
ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· §3.13ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, §3.14κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
弟兄们,我不是以为自己已经得着了;我只有一件事,就是忘记背后,努力面前的,向着标竿直跑,要得神在基督耶稣里从上面召我来得的奖赏。
§3.15Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει·
所以我们中间凡是完全人,总要存这样的心;若在什么事上存别样的心,神也必以此指示你们。
§3.16πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν.
然而,我们到了什么地步,就当照着什么地步行。
§3.17Συνμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς·
弟兄们,你们要一同效法我,也当留意看那些照我们榜样行的人。
§3.18πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ χριστοῦ,
因为有许多人行事是基督十字架的仇敌。
§3.19ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.
我屡次告诉你们,现在又流泪地告诉你们:他们的结局就是沉沦;他们的神就是自己的肚腹;他们以自己的羞辱为荣耀,专以地上的事为念。
§3.20ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν,
我们却是天上的国民,并且等候救主,就是主耶稣基督从天上降临。
§3.21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα.
他要按着那能叫万有归服自己的大能,将我们这卑贱的身体改变形状,和他自己荣耀的身体相似。

词汇与语法注释

  1. §3.3πνεύματι θεοῦ — 这里的与格 πνεύματι 表示手段或方式(“靠着神的灵”)。虽然有些抄本作与格 θεῷ(“在灵里敬拜神”),但此处采用属格 θεοῦ,指在神之灵的引导和作用下进行敬拜。
  2. §3.12ἐφʼ ᾧ — 介词 ἐπί 与关系代词与格 ᾧ 的组合(ἐφʼ ᾧ)在此处解释为表示目的(“为了那个目的”),即“为了我能夺得那目标,我自己也曾被基督夺得”。虽然也有人将其解释为因果关系(“因为”),但目的的解释更符合追逐奖赏的运动比喻。
  3. §3.21σύμμορφον — 形容词 σύμμορφον(“同质的/同形状的”)在此作为动词 μετασχηματίσει(“改变形状”)之宾语“我们卑贱的身体”的宾语补足语(预测性或结果性形容词用法),表示改变后的状态,即“将我们卑贱的身体改变,使之与他荣耀的身体相似”。

引用这一段

新约圣经, 腓立比书 §3.1-3.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0031.tlg011.humanitext-grc2:3.1-3.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。