§2.1Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, §2.2πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύνψυχοι, τὸ ἓν φρονοῦντες,
所以,在基督里若有什么劝勉,爱心若有什么安慰,圣灵若有什么交通,心中若有什么慈悲怜悯,你们就要意念相同,爱心相同,有一样的心思,有一样的意念,使我的喜乐可以满足。
§2.3μηδὲν κατʼ ἐριθίαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
凡事不可结党,不可贪图虚浮的荣耀;只要存心谦卑,各人看别人比自己强。
§2.4μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
各人不要单顾自己的事,也要顾别人的事。
§2.5τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, §2.6ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, §2.7ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος §2.8ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·
你们当以基督耶稣的心为心:他本有神的形象,不以自己与神同等为强夺的,反倒虚己,取了奴仆的形象,成为人的样式;既有人的样子,就自己卑微,存心顺服,以至于死,且死在十字架上。
§2.9διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, §2.10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ
"πᾶν γόνυ κάμψῃ"
ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, §2.11"καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται"
ὅτι ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ εἰς δόξαν
"θεοῦ"
πατρός.
所以,神将他升为至高,又赐给他那超乎万名之上的名,叫一切在天上的、地上的,和地底下的,因耶稣的名无不屈膝, “无不口称”耶稣基督为主,使荣耀归与父“神”。
§2.12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ [ὡς] ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,
这样看来,我亲爱的弟兄,你们既是常顺服的,不但我在你们那里,就是我如今不在你们那里,更是顺服的,就当恐惧战兢,做成你们得救的工夫。
§2.13θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας·
因为你们立志行事,都是神在你们心里运行,为要成就他的美意。
§2.14πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν· §2.15ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι,
"τέκνα θεοῦ ἄμωμα"
μέσον
"γενεᾶς σκολιᾶς καὶ διεστραμμένης,"
ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ §2.16λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ
"εἰς κενὸν ἐκοπίασα. "
凡所行的,都不要怨言,不要争论,使你们无可指摘,诚实无伪,在“弯曲悖谬的世代”作“神无瑕疵的儿女”。 你们显在这世代中,好像明光照耀,将生命的道表明出来,叫我在基督的日子好夸口,我没有空跑,也没有“徒劳”。
§2.17Ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συνχαίρω πᾶσιν ὑμῖν·
我以你们的信心为供献的祭物,我若被浇奠在其上,也是喜乐,并且与你们众人一同喜乐。
§2.18τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι.
你们也要照样喜乐,并且与我一同喜乐。
§2.19Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.
我靠主耶稣指望快打发提摩太去见你们,叫我知道你们的事,心里就得着安慰。
§2.20οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει,
因为我没有别人与他同心,实在挂念你们的事。
§2.21οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ.
众人都求自己的事,并不求基督耶稣的事。
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, §2.22ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
但你们知道提摩太的明证,他兴旺福音,与我同劳,待我像儿子待父亲一样。
§2.23Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· §2.24πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
所以我一看出我的事要怎样了结,就指望立刻打发他去;但我靠着主深信我也必快去。
§2.25ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συνστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
然而,我想必须打发以巴弗提到你们那里去。 他是我的弟兄,与我一同做工,一同当兵,是你们打发的使者,也是供给我的需用的。
§2.26ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς [ἰδεῖν], καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
他很想念你们众人,并且极其难过,因为你们听见他病了。
§2.27καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτου· ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
他实在是病了,几乎要死;然而神怜恤他,不但怜恤他,也怜恤我,免得我忧上加忧。
§2.28σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.
所以我越发急忙打发他去,故意叫你们再见他,就可以喜乐,我也可以少些忧愁。